Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μον
  • πορεύσομαι ἐν πύλαις ᾄδου·
  • καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα.
  • εἶπα Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ τῆς γῆς·
  • οὐ μὴ ἴδω ἄνθρωπον μετὰ κατοικούντων.
  • [*](13 om σου 3⁰ R τραχηλου] + διαψαλμα R 14 εσθιων R 15 om και RΤ R τους ιππ.] om τους R 16 εξις]λ κεχυς R om μου 5⁰ R 17 τοις αμπ. A βρωσιν] καρπον R εξελιπον R 18 επι 1⁰] εν 19 Κυριος] κε Avid R και ταξει] καταστησει R | επεβιβα ωδη] οδω R αυτου] + αμην R VII (η T) Εζεκιου] + του βασιλεως Τ 10 ειπα] ειπον Τ πορευσωμαι Τ 11 ειπα] ειπον Τ της γ.] γης ζωντων Τ ου μη 2⁰] pr ουκετι T ανθρ.]+ ετι Τ)
    824
    [*](A)

  • ἐξέλειπον ἐκ τῆς συγγενείας μου,
  • κατέλειπον τὸ λοιπὸν τῆς ζωῆς μου·
  • ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπʼ ἐμοῦ
  • ὥσπερ ὁ καταλύων σκηνὴν πήξας·
  • τὸ πνεῦμά μου παρʼ ἐμοὶ ἐγένετο
  • ὡς ἱστός, ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν.
  • ἐν τῆ ἡμέρα ἐκείνῃ παρεδόθην ἕως πρωὶ ὡς λέοντι·
  • οὕτως συνέτριψεν πάντα τὰ ὀστᾶ μου·
  • ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην.
  • ὡς χελιδών, οὕτω φωνήσω,
  • καὶ ὡς περιστερά, οὕτω μελετήσω.
  • ἐξέλειπον γὰρ οἱ ὀφθαλμοί μου τοῦ βλέπειν
  • εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον,
  • ὅς ἐξείλατό με καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς.
  • κύριε, καὶ περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι·
  • καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα.
  • εἴλου γάρ μου τὴν ψυχὴν ἵνα μὴ ἀπόληται,
  • καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου.
  • οὐ γὰρ οἱ ἐν ἅδου αἰνέσουσίν σε,
  • οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν σε,
  • οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ἅδου τὴν ἐλεημοσύνην σου.
  • οἱ ζῶντες εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ
  • ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω,
  • ἅ ἀναγγελεῖ τὴν δικαιοσύνην σου, Κύριε τῆς σωτηρίας μου·
  • καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου
  • πίσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θέο. ¶
  • Προσευχὴ Μαννασσή.
  • Κύριε παντοκράτωρ ἐπουράνιε,
  • ὁ θεὸς τῶν πατέρων ἡμῶν,
  • τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ
  • καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου·
  • [*](T)[*](12 συγγενιας Τ 14 ουτως Βis Τ μου οι οφθ. Τ βλεπειν] + με Τ 16 om και 1ο T 17 απεριψας Τ 18 αποθανουνταις (Sic) A* νονταις A (ras υ) 19 αναγγελουσιν T 20 του θεου] κυ του θῦ μου Γ VIII θ΄ T) Μανασση T+ υιου Εζεκιου T 1 om επουρανιε Τ om ο Τ)
    825

  • ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν παντὶ τῷ κόσμῳ
  • [*](A)
  • αὐτῶν,
  • ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματός σου.
  • ὁ κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμενος τῷ φοβερῷ καὶ
  • ἐνδόξῳ ὀνόματί σου,
  • ὃν πάντα φρίττει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεως σου·
  • ὅτι ἄστεκτος ἡ μεγαλοπρεπία τῆς δόξης σου,
  • καὶ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου·
  • ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας
  • ὅτι σὺ εἶ Κύριος ὕψιστος,
  • εὔσπλαγχνος, μακρόθυμος, καὶ πολυέλεος,
  • καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων.
  • σύ οὗν, Κύριε ὁ θεὸς τῶν δικαίων.
  • οὐκ ἔθου μετάνοιαν δικαίοις,
  • τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τοῖς οὐχ ἡμαρτηκόσιν σοι,
  • ἀλλ᾿ ἔθου μετάνοιαν ἐμοὶ τῷ ἁμαρτωλῷ.
  • διότι ἥμαρτον ὑπέρ ἀριθμὸν ψάμμου θαλάσσης·
  • ὅτι ἐπλήθυναν αἱ ἀνομίαι μου.
  • καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοὶ οὐρανοί
  • ἀπὸ πλήθους τῶν ἀδικιῶν μου·