Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος, καὶ ἐξελεύσεται·
  • ἐυ πεδίλοις οἱ πόδες αὐτοῦ.
  • ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ·
  • ἐπέβλεψεν, καὶ ἐτάκη ἔθνη καὶ διεθρύβη τὰ ὄρη βίᾳ.
  • ἐτάκησαν βουνοὶ αἰώνιοι πορίας αἰωνίους αὐτοῦ.
  • ἀντὶ κόπων εἶδου σκηνώματα Αἰθιόπων,
  • πτοηθήσονται καὶ αἱ σκηναὶ γῆς Μαδιάμ. διάψαλμα.
  • μὴ ἐν ποταμοῖς ὦργίσθης, Κύριε;
  • μὴ ἐν ποταμοῖς ὁ θυμός σου;
  • ἢ ἐν θαλάσσῃ τὸ ὄρμημά σου
  • ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου.
  • καὶ ἡ ἱππασία σου σωτηρία.
  • ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ τά σκῆπτρα, λέγει Κύριος·
  • ποταμῶν ῥαγήσεται γῆ·
  • ὄψονταί σε καὶ ὤδινήσουσιν λαοί.
  • σκορπίζων ὕδατα πορίας αὐτοῦ·
  • ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς·
  • ὕψος φαντασίας αὐτῆς ἐπήρθη.
  • ὁ ἥλιος καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς·
  • εἰς φῶς βολίδες σου πορεύσονται,
  • εἰς φέγγος ἀστραπῆς ὅπλων σου.
  • ἐν ἀπειλῇ σου ὀλιγώσεις γῆν,
  • καὶ ἐν θυμῷ κατάξεις ἔθνη.
  • ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σοι.
  • ἔψαλας εἰς κεφαλὰς ἀνόμων θάνατον·
  • [*](R)[*](3 αινεσεως] pr της Rᵛⁱᵈ 4 τερατα] κερ. R αυτου 2⁰] + υπαρχει αυτω R 5 εν πεδιλοις] εις πεδια R οι ποδες αυτου c Seqq Coniunx R 6 εστησαν R ετακη]| ετακησαν R om και 3⁰ R διετριβη R fort αινιοι R* (ω superscr B¹) 7 αι σκηναι] σκηνωματα R Μαδιαμ| Μαζιαν Rᵛⁱᵈ om διαψαλμα R 8 Οm μη εν ποταμοις ο θυμος σου R η ιππ.] om η R vid 9 εντονων R vid τα σκηπτρα] + σου A * (ras σου A?) om τα R Κυριος] + διαψαλμα R ποταμω A* (ν superscr A¹) ποταμου Rᵛⁱᵈ γη] pr η R 10 οδυνησουσιν Rᵛⁱᵈ om αυτου R επηρθη c seqq coniunx A 11 βολιδες] pr αι R εις 2⁰] και R αστραπης] + σου ως R οπλον Rfort 12 θυμω] τω θ. σου R 13 εβαλες)
    823
  • ἐξήγειρας δεσμούς σου ἕως τραχήλου.
  • [*](A)

  • διέκοψας ἐν ἐκστάσει κεφαλάς δυναστῶν,
  • σεισθήσονται ἐν αὐτῇ·
  • διανοίξουσιν χαλινοὺς αὐτῶν, ὡς ἔσθων πτωχὸς λάθρα.
  • καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵπ πους σου
  • ταράσσοντας ὕδατα πολλά.
  • ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ κοιλία μου
  • ἀπὸ φωνῆς προσευχῆς χειλέων μου,
  • καὶ εἰσῆλθεν τρόμος εἰς τὰ ὀστᾶ μου,
  • καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου.
  • ἀναπαύσομαι ἐν ἡμέρᾳ θλίψεως μου,
  • τοῦ ἀναβῆναί με εἰς λαὸν παροικίας μου.