Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • οὐχὶ ταῦτα πάντα συνῆκται παρ ἐμοί,
  • καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου
  • ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω.
  • ἐν καιρῷ ὅταν σφαλῇ ὁ ποὺς αὐτῶν·
  • ὅτι ἐγγὺς ἡμέρα ἀπωλίας αὐτῶν,
  • καὶ πάρεστιν ἕτοιμα ὑμῖν.
  • ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ,
  • καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται·
  • ἴδεν γὰρ αὐτοὺς παραλελυμένους
  • καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ καὶ παρειμένους.
  • καὶ εἶπεν Κύριος Ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν,
  • ἐφʼ οἷς ἐπεποίθεισαν ἐπʼ αὐτοῖς
  • ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἐσθίετε,
  • καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν·
  • ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν,
  • καὶ γενηθήτωσαν ὑμῖν σκεπασταί.
  • ἴδτε ἴδετε ὅτι ἐγὼ εἰμι.
  • καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ·
  • ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω·
  • πατάξω, κἀγὼ ἰάσομαι
  • καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος.
  • ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου,
  • [*](R)[*](30 ει] pr και R απεδοτο R 31 οτι ουκ εστιν ο θεος ημων ως οι θεοι ουτων R 34 ουχι] ουκ ιδου R om πανια R 36 παρακλη- σεται R (θη superscr R¹) παραλελυμενους αυτους R εκλελοιποντας (ut vid) R απαγωγη R παρειμενους] απαγομενους ᵛⁱᵈ 38 om τον οινον αναστητωσαν] + νυν R 39 εστιν] εσται R ο] ος A R εκ των χιρων μου εξαιρ.] εξελειται εκ τ. χ. μου R 40 ουρανον] + ανω R την χειρα] τας χειρας)
    817
  • καὶ ὀμοῦμαι τῇ δεξιῷ μου
  • [*](A)
  • καὶ ἐρῶ Ζῶ ἐγὼ εἰς τὸν αἰῶνα·
  • ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου,
  • καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου.
  • καὶ ἐκδικήσει, καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς,
  • καὶ τοῖς μισοῦσιν ἀνταποδώσει.
  • μεθύσω τὰ βέλη μου ἀφʼ αἵματος,
  • καὶ ἡ μάχαιρά μου καταφάγεται κρέα,
  • ἀφʼ αἵματος τραυματιῶν καὶ αἰχμαλωσίας,
  • ἀπὸ κεφαλῆς ἀρχόντων ἐθνῶν.
  • εὐφράνθητε, οὐρανοί, ἄμα αὐτῷ,
  • καὶ προσκυνησάτωσαν αὐτῷ πάντες οἱ ἄγγελοι θεοῦ·
  • εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ,
  • καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ·
  • ὅτι τὸ αἶμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται,
  • καὶ ἐκδικήσει, καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς·
  • καὶ τοῖς μισοῦσιν ἀνταποδώσει δίκην,
  • καὶ ἐκκαθαριεῖ Κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ.