Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων,
  • καὶ ὀπισθότονος ἀνίατος·
  • ὀδόντας θηρίων ἐξαποστελῶ εἰς αὐτούς,
  • μετὰ θυμοῦ συρόντων ἐπὶ γῆς.
  • ξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα,
  • καὶ ἐκ τῶν ταμείων φόβος·
  • νεανίσκος σὺν παρθένῳ,
  • θηλάζων μετὰ καθεστηκότος πρεσβυτέρου.
  • εἶπα Διασπερῶ αὐτούς,
  • καταπαύσω δὴ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν·
  • εἰ μὴ δι᾿ ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονίσωσιν.
  • καὶ ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοι·
  • μὴ εἴπωσιν Ἡ χεὶρ ἡμῶν ὑψηλὴ
  • καὶ οὐχὶ Κύριος ἐποίησεν ταῦτα πάντα.
  • ὅτι ἔθνος ἀπολωλεκὸς βουλὴν ἐστιν,
  • καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη.
  • οὺκ ἐφρόνησαν συνιέναι ταῦτα·
  • καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον.
  • πῶς διώξεται εἰς χιλίους.
  • καὶ δύο μετακινήσουσιν μυριάδας,
  • [*](20 εσχατων] εσχατου των ημερων R 21 θεω] θεσις R 22 κατω] R κατωτατου R καταφαγεται] pr και R γην] pr την R 23 εις 1⁰] επ 24 λοιμω R vid αποστελλω R 26 παυσω R 27 μακροχρονιουσιν R om και 1⁰ R μη 4] + ποτε R 29 ταυτα c seqq coniunx R)
    816
    [*](A)
  • εἰ μὴ ὁ θεὸς ἀπέδετο αὐτούς,
  • καὶ ὁ κύριος παρέδωκεν αὐτούς;
  • οὐ γὰρ εἰσὶν οἱ θεοὶ αὐτῶν ὡς ὁ θεὸς ἡμῶν·
  • οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι.
  • ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν,
  • καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας·
  • ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς,
  • βότρυς πικρίας αὐτοῖς·
  • θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν,
  • καὶ θυμὸς ἀσπίδων ἀνίατος.