Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • συνάξω εἰς αὐτοὺς κακά,
  • καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς.
  • τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων,
  • καὶ ὀπισθότονος ἀνίατος·
  • ὀδόντας θηρίων ἐξαποστελῶ εἰς αὐτούς,
  • μετὰ θυμοῦ συρόντων ἐπὶ γῆς.
  • ξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα,
  • καὶ ἐκ τῶν ταμείων φόβος·
  • νεανίσκος σὺν παρθένῳ,
  • θηλάζων μετὰ καθεστηκότος πρεσβυτέρου.