Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • καὶ εἶπεν Ἀποστρέψω τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν,
  • [*](Α)
  • καὶ δείξω τί ἔσται αὐτοῖς ἐπʼ ἐσχάτων.
  • ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν,
  • υἱοὶ οἷς οὐκ ἔστιν πίστις ἐν αὐτοῖς.
  • αὐτοὶ παρεζήλωσάν με ἐπʼ οὐ θεῷ,
  • παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν·
  • κἀγὼ παραζηλώσω αὐτοὺς ἐπʼ οὐκ ἔθνει.
  • ἐπ᾿ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.
  • ὄτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου,
  • καυθήσεται ἕως ἄδου κάτω·
  • καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς,
  • φλέξει θεμέλια ὀρέων.