Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός·
  • καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ.
  • καὶ τὸ ἔλεος αὐτοῦ ἀπὸ γενεᾶς εἰς γενεὰν
  • τοῖς φοβουμένοις αὐτόν.
  • ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ·
  • διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
  • καθεῖλεν δυνάστας ἀπὸ θρόνων,
  • καὶ ὕψωσεν ταπεινούς.
  • πεινῶντας ἐνέπλησεν ἀγαθῶν,
  • καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
  • ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ,
  • μνησθῆναι ἐλέους,
  • καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν,
  • τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος
  • [*](¶R)
  • Προσευχὴ Συμεών.
  • [*](Luc. ii.)

  • Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσ ποτα,
  • [*](19—32)
  • κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ·
  • ὅτι ἴδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
  • ὅ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν,
  • φῶς εἰς ἀποκάλυψιν ἐθνῶν,
  • καὶ δόξαν λαοῦ σου Ἰσραήλ.