Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • Εὐλογητὸς Κύριος ὁ θεὸς τοῦ Ἰσραήλ,
  • [*](Luc. i.)
  • ὅτι ἐπεσκέψατο, καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,
  • [*](68—79)

  • καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν
  • ἐν τῷ οἴκῳ Δαυεὶδ τοῦ παιδὸς αὐτοῦ·
  • καθὰς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν ἀπʼ αἰῶνος προφητῶν
  • αὐτοῦ,
  • σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων
  • ἡμᾶς·
  • ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν,
  • καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
  • ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν,
  • τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν
  • ῥυσθέντας
  • λατρεύειν αὐτῷ
  • ἐν ὁσιότητι καὶ δικαιοσύνῃ
  • ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας ἡμῶν.
  • καὶ σὺ δέ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ·
  • προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσιι ὁδοὺς
  • αὐτοῦ,
  • τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ,
  • ἐν ἀφέσει ἁμαρτιῶν ἡμῶν
  • διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν,
  • ἐν οἶς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους.
  • ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾶ θανάτου καθημένοις,
  • τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης