Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • Μεγαλύνει ἡ ψυχὴ μου τὸν κύριον,
  • [*](6—55)

  • καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου.
  • ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ·
  • ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί.
  • ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός·
  • καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ.
  • καὶ τὸ ἔλεος αὐτοῦ ἀπὸ γενεᾶς εἰς γενεὰν
  • τοῖς φοβουμένοις αὐτόν.
  • ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ·
  • διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
  • καθεῖλεν δυνάστας ἀπὸ θρόνων,
  • καὶ ὕψωσεν ταπεινούς.
  • πεινῶντας ἐνέπλησεν ἀγαθῶν,
  • καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
  • ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ,
  • μνησθῆναι ἐλέους,
  • καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν,
  • τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος
  • [*](¶R)
  • Προσευχὴ Συμεών.
  • [*](Luc. ii.)

  • Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσ ποτα,
  • [*](19—32)
  • κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ·
  • ὅτι ἴδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
  • ὅ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν,
  • φῶς εἰς ἀποκάλυψιν ἐθνῶν,
  • καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
  • [*](X1 (ζʼ [R] Τ) προσευχη Μαριας της θεοτοκου] om της θεοτοκου R ευχη RΤ M. εκ του ευαγγελιου Τ 47 αγαλλιασεν R * (ηγαλλ. Ra) 49 μεγα- λεια A? (superscr ει) R 1 (.λια) 50 απο γενεος εις γενεαν] εις γενεαν και γενεαν RΤ 51 διανοιας R 52 om και R 54 ελεους] 4 αυτου 55 αιωνος] + αμην R XII (ιδ' T) προσευχη Συμεων] υχη Συμεωνος εκ του ευαγγελιου Τ)
    832
    [*](A)
  • Προσευχὴ Ζαχαρίου.
  • Εὐλογητὸς Κύριος ὁ θεὸς τοῦ Ἰσραήλ,
  • [*](Luc. i.)
  • ὅτι ἐπεσκέψατο, καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,
  • [*](68—79)

  • καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν
  • ἐν τῷ οἴκῳ Δαυεὶδ τοῦ παιδὸς αὐτοῦ·
  • καθὰς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν ἀπʼ αἰῶνος προφητῶν
  • αὐτοῦ,
  • σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων
  • ἡμᾶς·