Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν,
  • καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
  • ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν,
  • τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν
  • ῥυσθέντας
  • λατρεύειν αὐτῷ
  • ἐν ὁσιότητι καὶ δικαιοσύνῃ
  • ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας ἡμῶν.
  • καὶ σὺ δέ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ·
  • προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσιι ὁδοὺς
  • αὐτοῦ,
  • τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ,
  • ἐν ἀφέσει ἁμαρτιῶν ἡμῶν
  • διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν,
  • ἐν οἶς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους.
  • ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾶ θανάτου καθημένοις,
  • τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης