Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ,
  • ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ.
  • προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ·
  • σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.
  • εἴπατε ἐν τοῖς ἔθνεσιν Ὁ κύριος ἐβασίλευσεν,
  • καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται·
  • κρινεῖ λαοὺς ἐν εὐθύτητι.
  • εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ,
  • σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήραωμα αὐτῆς·
  • χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς,
  • τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ
  • [*](U+05D0ART)[*](11 ει η U+05D0Αᵃ⁽ᵐᵍ sinistr) (om A*) | καταπαυσιν] αναπαυσιν R —Stich 25 BR 23 T 22 A X CV 1 οτε.. Δαυειδ] ωδη τω Δ. οτε ο οικος οικοδ. μ. τ. αιχμαλωσιαν U+05D0A | οικοδομειται] οικοδομειτο BcU+05D0T ωκοδομειτο A 2 ευαγγελισασθε T 3 om αναγγειλατε...δοξαν αυτου A* (hab Aᵃ⁽ᵐᵍ) R | πασιν AT 6 εξομολογησεις A | αγιοσυνη Τ | μεγαλοπρεπια AΤ 7ενεγκατε τω κω δοξαν και τιμην] ενεγκατε τω κω αι πατριαι των εθνων U+05D0* 8 om αρατε...αυλας αυτου R 10 ειπα A* (ειπατε Aᵃ?) | ο κυριος] οτι κς U+05D0c.aAT | εβασιλευσεν] + απο ξυλου R* (improb Rᵃ))
    343

  • πρὸ προσώπου Κυρίου, ὅτι ἔρχεται,
  • [*](Β)
  • ὅτι ἔρχεται κρῖναι τὴν γῆν·
  • κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ
  • καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.
  • Τῷ Δαυείδ, ὅτε ἡ γῆ αὐτοῦ καθίσταται.
  • Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσεται ἡ γῆ.
  • εὐφρανθήτωσαν νῆσοι πολλαί.
  • νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ,
  • δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνυυ αὐτοῦ.
  • πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται,
  • καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ·