Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • τεσσεράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ,
  • καὶ εἶπα Ἀεὶ πλανῶνται τῇ καρδία,
  • καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου.
  • [*](23 αποδωση T | αυτοις] + κς U+05D0c.a ART | την ανομιαν] pr κατα AR | και U+05D0ΑRT την πονηριαν] κατα την πον. U+05D0c.a και κατα την πον. ART | αφανιει] εξολε- θρευσει R Stich 41 B 40 U+05D0 44 45 R XCIV 1 αγαλλιασομεθα A 3 επι π. τ. θ.] ε. πασαν την γην U+05D0c.aAT om επι, τους R* 4 om οτι ουκ... λαον αυτου U+05D0* (hab U+05D0c.a) AT | τη χειρι] om τη U+05D0* (hab U+05D0c.a) | τα περατα] pr παντα U+05D0* (om ?c.a) | εστιν] εισιν U+05D0caAR 5 om η R* 6 προσκυνησω- μεν (sic) A | κλαυσομεν A | εναντιον] ενωπιον (εναντ. U+05D0c.a) 7 ο θεος] pr Κυριος R | χειρος] pr της A 9 επειρασαν] + με U+05D0c.a RT | εδοκιμασαν] + με U+05D0c.aAT | ιδοσαν] ειδοσαν Bᵃᵇ (? R) ιδον U+05D0AT 10 τεσσαρακοντα BᵃᵇRT | προσωχθισα] pr διο R* | ειπα] ειπον AT | και αυτοι] αυτοι δε U+05D0AT)
    342
    [*](B)

  • ὡς ὤμοσα ἐν τῆ ὀργῇ μου Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν
  • μου.
  • Ὄτε ὁ οἶκὸς οἰκοδομεῖται μετὰ τὴν αἰχμαλωσίαν·
  • ᾠδὴ τῷ Δαυείδ.
  • Ἄσατε τῷ κυρίῳ ἆσμα καινόν,
  • ἄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ·
  • ἄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ,
  • εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ.
  • ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὴν δόξαν αὐτοῦ.
  • ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ.
  • ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα,
  • φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεοὺς·
  • ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια,
  • ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν.
  • ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ,
  • ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.
  • ἐνέγκατε τῷ κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν,
  • ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν·