Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ἄσατε τῷ κυρίῳ ἆσμα καινόν,
  • ἄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ·
  • ἄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ,
  • εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ.
  • ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὴν δόξαν αὐτοῦ.
  • ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ.
  • ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα,
  • φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεοὺς·
  • ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια,
  • ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν.
  • ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ,
  • ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.
  • ἐνέγκατε τῷ κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν,
  • ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν·
  • ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ,
  • ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ.
  • προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ·
  • σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.
  • εἴπατε ἐν τοῖς ἔθνεσιν Ὁ κύριος ἐβασίλευσεν,
  • καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται·
  • κρινεῖ λαοὺς ἐν εὐθύτητι.
  • εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ,
  • σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήραωμα αὐτῆς·