Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Δεῦτε ἀγαλλιασώμεθα τῷ κυρίῳ,
  • ἀλαλάξωμεν τῷ θεῷ τῷ σωτῆρι ἡμῶν·
  • προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει,
  • καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ.
  • ὅτι θεὸς μέγας Κύριος
  • καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεούς.
  • ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ,
  • ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς
  • καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ ἐστιν·
  • ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτήν,
  • καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.
  • δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ,
  • καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς·
  • ὅτι αὐτός ἐστιν ὁ θεὸς ἡμῶν,
  • καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ
  • καὶ πρόβατα χειρὸς αὐτοῦ.
  • σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
  • μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ.
  • κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ·
  • οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν,
  • ἐδοκίμασαν καὶ ἴδοσαν τὰ ἔργα μου.
  • τεσσεράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ,
  • καὶ εἶπα Ἀεὶ πλανῶνται τῇ καρδία,
  • καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου.
  • [*](23 αποδωση T | αυτοις] + κς U+05D0c.a ART | την ανομιαν] pr κατα AR | και U+05D0ΑRT την πονηριαν] κατα την πον. U+05D0c.a και κατα την πον. ART | αφανιει] εξολε- θρευσει R Stich 41 B 40 U+05D0 44 45 R XCIV 1 αγαλλιασομεθα A 3 επι π. τ. θ.] ε. πασαν την γην U+05D0c.aAT om επι, τους R* 4 om οτι ουκ... λαον αυτου U+05D0* (hab U+05D0c.a) AT | τη χειρι] om τη U+05D0* (hab U+05D0c.a) | τα περατα] pr παντα U+05D0* (om ?c.a) | εστιν] εισιν U+05D0caAR 5 om η R* 6 προσκυνησω- μεν (sic) A | κλαυσομεν A | εναντιον] ενωπιον (εναντ. U+05D0c.a) 7 ο θεος] pr Κυριος R | χειρος] pr της A 9 επειρασαν] + με U+05D0c.a RT | εδοκιμασαν] + με U+05D0c.aAT | ιδοσαν] ειδοσαν Bᵃᵇ (? R) ιδον U+05D0AT 10 τεσσαρακοντα BᵃᵇRT | προσωχθισα] pr διο R* | ειπα] ειπον AT | και αυτοι] αυτοι δε U+05D0AT)
    342
    [*](B)

  • ὡς ὤμοσα ἐν τῆ ὀργῇ μου Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν
  • μου.