Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • τοῦ πραῦναι αὐτῷ ἀφʼ ἡμερῶν πονηρῶν.
  • ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος.
  • τι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ,
  • καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει,
  • ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν,
  • καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. διάψαλμα.
  • τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους,
  • ἢ τίς συνπαραστήσεταί μοι ἐπὶ ἐργαζομένους τὴν ἀνομίαν
  • εἰ μὴ ὅτι Κύριος ἐβοήθησέν μοι,
  • παρὰ βραχὺ παρῴκησεν τῷ ᾄδῃ ἡ ψυχὴ μου.
  • τ ἔλεγον Σεσάλευται ὁ πούς μου,
  • τὸ ἔλεός σου, Κύριε, βοηθεῖ μοι.
  • Κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου, αἱ
  • παρακλήσεις σου ἠγάπησαν τὴν ψυχὴν μου.
  • μὴ συνπροσέσται σοι θρόνος ἀνομίας,
  • ὁ πλάσσων κόπον ἐπὶ προστάγματι;
  • θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου,
  • καὶ αἷμα ἀθῷον καταδικάσονται.
  • καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγήν,
  • καὶ ὁ θεός μου εἰς βοηθὸν ἐλπίδος μου·
  • [*](U+05D0ART)[*](9 οφθαλμους] οφθαλμον U+05D0c.a τον οφθαλμον A τους οφθαλμους R | ου] ουχει U+05D0c.a ουχι AT 12 ο ανθρωπος] om ο U+05D0ART | om συ U+05D0c.a AT 13 αυτω αυτον R 14 εγκαταλειψει Bᵃᵇ (-λιφει B*)] ενκατελιψεν U+05D0¹ (ουκ εν rescr U+05D0¹) ενκαταλιφει U+05D0c.a ενκαταλειψει AR ενκαταλειφη 15 om διαψαλμα A* (hab διαψ Aᵃ) T 16 συμπαραστησεται Bᵇ | εργαζομενους] pr τους U+05D0c.a AT 18 om το ελεος σου A* (hab Aᵃ(ᵐᵍ) | εβοηθει U+05D0c.a A 19 om Κυριε U+05D0c.a AT | παρακλησις A | ηγαπησαν] ευφραναν Bᵇ(? R)T ηυφραναν | U+05D0c.a A(? R) | ψυχην] καρδιαν Ν* (ψυχ. U+05D0c.a) 20 συμπροσεσται Bᵇ συνπροσ- εστω U+05D0c.a AT | προσταγμα U+05D0c.a AT 21 θηρευσωσιν T | καταδικασωνται T 22 εγενετο] εγενηθη R)
    341

  • καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν
  • [*](Β)
  • καὶ τὴν πονηρίαν αὐτῶν·
  • ἀφανιεῖ αὐτοὺς Κύριος ὁ θεὸς ἡμῶν.