Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ὁ θεὸς ἐκδικήσεων Κύριος, ὁ θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο.
  • ὑψώθητι ὁ κρίνων τὴν γῆν,
  • ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις.
  • ἕως πότε ἁμαρτωλοί, Κύριε,
  • ἕως πότε ἁμαρτωλοὶ καυχήσοσται;
  • φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν,
  • λαλήσουσιν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ;
  • τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν,
  • καὶ τὴν κληροσομίαν σου ἐκάκωσαν·
  • χήραν καὶ ὀρφανὸν ἀπέκτειναν,
  • καὶ προσήλυτον ἐφόοευσαν·
  • καὶ εἶπαν Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ θεὸς τοῦ
  • §Ἰακώβ.
  • [*](§T)[*](XCII 1 αινος ωδης τω Δ. εις την ημεραν τ. πρ. ο. κ. η γη R | προ- U+05D0ART | σαββατου] σαββατου ART | Κυριος 1⁰] pr ο BcU+05D0ART | ευπρεπιαν U+05D0AT | στερεωσεν R 2 σου] + ο θεος R | απο 1⁰] απ sup ras Aa | απο 2⁰] pr και R 3 φωνας] φω...Ι | αυτων] + αρουσιν οι ποταμοι επιτριψεις (επιτριψις A [ε sup ras Aᵃ?]) αυτων U+05D0c.aA 4 μετεωρισμοι] μ 1⁰ sup ras Aa — Stich 11 BR 10 U+05D0 15 A XCIII 1 ψαλμος] +ωδης A | σαββατου AR | ο θεος (1⁰)] om ο BcU+05D0A | ο θεος (2⁰)] om ο BcA ras ο U+05D0? 6 ορφανους R | προσηλυτους R* 7 οψεται]+ταυτα R* | Κυριος] pr ο U+05D0* (ras U+05D0?) | συνησει] + ταυτα R*)
    340
    [*](B)

  • σύνετε δή, ἄφρονες ἐν τῷ λαῷ· καὶ μωροί, ποτὲ φρονήσατε.
  • ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει;
  • ἢ ὁ πλάσας ὀφθαλμούς, οὐ κατανοεῖ
  • ὁ παιδεύων ἔθνη, οὐχὶ ἐλέγξει,
  • ὁ διδάσκων ἄνθρωπον γνῶσιν;
  • Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶν
  • μάταιοι.
  • μακάριος ὁ ἄνθρωπος ὃν ἂν σὺ παιδεύσῃς, Κύριε.
  • καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν,
  • τοῦ πραῦναι αὐτῷ ἀφʼ ἡμερῶν πονηρῶν.
  • ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος.
  • τι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ,
  • καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει,
  • ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν,
  • καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. διάψαλμα.
  • τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους,
  • ἢ τίς συνπαραστήσεταί μοι ἐπὶ ἐργαζομένους τὴν ἀνομίαν
  • εἰ μὴ ὅτι Κύριος ἐβοήθησέν μοι,
  • παρὰ βραχὺ παρῴκησεν τῷ ᾄδῃ ἡ ψυχὴ μου.
  • τ ἔλεγον Σεσάλευται ὁ πούς μου,
  • τὸ ἔλεός σου, Κύριε, βοηθεῖ μοι.
  • Κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου, αἱ
  • παρακλήσεις σου ἠγάπησαν τὴν ψυχὴν μου.
  • μὴ συνπροσέσται σοι θρόνος ἀνομίας,
  • ὁ πλάσσων κόπον ἐπὶ προστάγματι;