Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν Κύριος. τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχεν τὸ οὖς σου,
κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς.
Εἰς τὸ τέλος· τῷ Δαυεὶδ ψαλμός. Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον ;
ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, [*] (§ U) ἡτοίμασαν βέλη §εἰς φαρέτραν, [*] (U+05D0ARU) [*] (31 αυτον 2°] ν sup ras Aᵃ?vid 32 τη καρδια] om τη U+05D0AR | επιλ.] + ου R 35 θεος] + μου U+05D0c.aAR | επιλαθης A | πενητων] + εις τελος 34 παρωξυνεν] παρωργισεν U+05D0 | ου ζητησει] ουκ εκζητησει U+05D0AR 35 πο- νον] κοπον AR | κατανοησεις] κατανοεις BcU+05D0AR | αυτους] αυτον U+05D0c. ᵃ | σοι] συ ARfort | om ουν U+05D0c.aR | εγκατελελ. Bᵇ | βοηθος BU+05D0c.a Ra] βοηθων U+05D0*AR* 36 om δι αυτην U+05D0c.a δι αυτον R 37 κς βασιλευσει U+05D0 | απολεισθαι B*A (-σθε BᵃᵇU+05D0R vid) 38 εισηκουσεν Κυριος] εισηκουσας κε U+05D0c.ᵃ | σου] αυ- του A 39 κριναι] αι sup ras 3 circ litt Aᵃ? | μεγαλαυχειν] pr του U+05D0A | ανθρωπος BU+05D0A?Rᵃ] ανθρωπον A* R* Stich 81 B 80 U+05D0A 82 R X 1 ψαλμος τω Δ. U+05D0AR | αρειτε B | την ψυχην μου (ψυχην μ sup ras Aᵃ?) A 2 inc [ε]ις φαρετραν U) 223
τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. [*] (B)
ὅτι ἃ κατηρτίσω καθεῖλον· ὁ δὲ δίκαιος τί ἐποίησεν ;
Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· Κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ· ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας· πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν.
ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ.