Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυείδ.
  • Σῶσόν με, Κύριε· ὅτι ἐκλέλοιπεν ὅσιος,
  • ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.
  • μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ,
  • χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν.
  • ἐξολεθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορήμονα,
  • τοὺς εἰπόντας Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν,
  • τὰ χείλη ἡμῶν παρʼ ἡμῶν ἐστίν· τίς ἡμῶν κύριός ἐστιν ;
  • ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων
  • νῦν ἀναστήσομαι, λέγει Κύριος·
  • θήσομαι ἐν σωτηρίᾳ, παρησιάσομαι ἐν αὐτῷ.
  • [*](2 σκοτομενη B* (σκοτομηνη Bᵃ(vid)b) σκοτωμε|νη A ...|[τ]ομη U | τη καρ- U+05D0ARU διαι A 3 α] + συ U+05D0c.ᵃAR* | καθειλον] pr αυτοι U+05D0c.ᵃA 4 τον πενητα] την οικουμενην 5 ασεβην A | αδικιαν pr την U+05D0c.bARU | ψυχη U 6 πακιδας U+05D0* R παγιδα U+05D0c.a (vid) (postea παγιδας) A | θιον BAU | η μερις] om η R 7 Κυριος] pr ο | δικαιοσυνην U+05D0* ( (-νας U+05D0c.a) U vid | |ηγαπησεν B* η|γα- πησεν Bᵇ | ευθυτητας U+05D0c.aA | om αυτου R* (hab Rᵃ) — Stich 17 BU+05D0A 16 R XI 1 ψ. τω Δ. υπερ της ογδ. A 2 ολιγωθησαν U | ..ν υιον U 3 ελα- λησαν U+05D0 | το πλησιον U | bis scr και εν καρδια A* (improb 1° Aᵇ) | ελαλησαν (-σεν U)] + κακα U+05D0c.ᵃ (ras U+05D0c. ᵇ?) A + πονηρα R 4 εξολοθρευσαι Bᵇ ἐξολεθ- ρευσει AR εξολεθρευσι U* (-θρευσε vel -θρευε U¹) εξολοθρευσει R | om και U+05D0c.ᵃ | μεγαλορημονον R 5 τις inc stich in BU+05D0 6 απο 1°] ενεκεν U+05D0c.aR | om απο 2° U+05D0c.aRU | σωτηριω U+05D0c.ᵃARᵃ | παρρησιασομαι BᵃᵇAR)
    224
    [*](B)

  • τὰ λόγια Κυρίου λόγια ἁγνά,
  • ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ,
  • κεκαθαρισμένον ἑπταπλασίως.
  • σύ, Κύριε, φυλάξεις ἡμᾶς,
  • καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα.
  • κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν·
  • κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων.