Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Κύριε ὁ θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σος ;
  • δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου.
  • σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης,
  • καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραύνεις.
  • σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον,
  • καὶ ἐν τῷ βραχίονι τῆς δυνάμεως σου διεσκόρπισας τοὺς
  • ἐχθρούς σου.
  • σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ·
  • τὴν οἰκουμένην καὶ τὸ πλήραωμα αὐτῆς σὺ ἐθεμελίωσας.
  • τὸν βορρᾶν καὶ θαλάσσας σὺ ἔκτισας,
  • Θαβὼρ καὶ Ἑρμωνιεὶμ τῷ ὀνόματί σου ἀγαλλιάσονται.
  • σὸς ὁ βραχίων μετὰ δυναστείας·
  • κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου.
  • δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου·
  • ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου.
  • μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν·
  • Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται,
  • [*](4 μου 2⁰] + υψωσα εκλεκτον εκ του λαου μου U+05D0* (improb U+05D0c.ᵃ) 5 γενεαν U+05D0ΑRT 2⁰] pr εις R | om διαψαλμα AT 6 και] + γαρ U+05D0c.ᵃAΤ | αγιων] οσιων R 7 και τις] om U+05D0c.ᵃΑΤη τις R | κυριω 2⁰] θεω U+05D0* (κω U+05D0c.ᵃ) R 8 φοβερος] +εστιν U+05D0c.ᵃ AT | επι παντας sup ras Aᵃ 9 ομοιος] ομοιωθησεται R 10 και τον σαλον] τον δε σ. U+05D0c.ᵃAR RT 11 om και U+05D0c.ᵃAΤ 12 σοι) συ T 13 θαλασσας] την θαλασσαν U+05D0c.ᵃ AT θαλασσαν R | Eρμωνιιμ T (ιμ fort rescr T?) | om σου R* (hab Rᵃ) 14 δυναστιας U+05D0T υψωθητω] pr και R 15 προπορευσεται] προπορευσονται U+05D0T πορευ· σονται A)
    332
    [*](B)

  • καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν,
  • καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται.
  • ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ,
  • καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν.
  • ὅτι τοῦ κυρίου ἡ ἀντίλημψις,
  • καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν.
  • τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου,
  • καὶ εἶπας Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν,
  • ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου·
  • εὗρον Δαυεὶδ τὸν δοῦλόν μου,
  • ἐν ἐλέει ἁγίῳ ἔχρισα αὐτόν.