Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἡ γὰρ χείρ μου συναντιλήμψεται αὐτῷ,
  • καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν·
  • οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ,
  • καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν·
  • καὶ συγκόψω τοὺς ἐχθροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ,
  • καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι.
  • καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετʼ αὐτοῦ,
  • καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ·
  • καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ,
  • καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ.
  • αὐτὸς ἐπικαλέσεταί με ΙΙατὴρ μου εἶ σύ,
  • θεός μου καὶ ἀντιλήμπτωρ τῆς σωτηρίας μου·
  • κἀγὼ πρωτότοκον θήσομαι αὐτόν,
  • ὑψηλὸν παρὰ τοῖς βασιλεῦσιν τῆς γῆς.
  • εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου,
  • καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ·
  • καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ,
  • καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.
  • [*](U+05D0ΑRT)[*](17 και εν τω ονοματι] και ε, τι inst U+05D0? | τ, ολην τηι ημεραν· και εν τη δικαιοσυνη σου υψωθησοντ, sup ras et in mgg A 18 το καυχημα] om το U+05D0c.ᵃΑΤ | συ ει Ρ*Τ 19 αντιληψις BᵇT 20 bis scr ορασει ΡR* (om ορ. 2⁰ Rᵃ) | βοηθιαν U+05D0T 21 ελεει] ελεω Ba(? R ) ελαιω BᵇU+05D0Α(? R)T | αγιω) + μου U+05D0c.ᵃART T | εχρισω R* (εχρισα Rᵃ) 23 προσθησει του κακωσαι] κακωσει U+05D0* (προσθησι του κακ. U+05D0c.ᵃ) A* ᵛⁱᵈ (προσθησει του κακωσι αυτο| sup ras et in mg Aα) 24 συνκοψω U+05D0A R T | απο προσωπου αυτου τους εχ- θρους αυτου U+05D0Τ τους εχθρ. μου απο πρ. αυτου A 25 η αληθεια] om η R* (hab Rᵃ) 26 χειρα] pr την R 27 επικαλεσηται T | θεος] pr ο AR 28" καγω] και εγω U+05D0A | βασιλευσι U+05D0R 30 ως] ωσει R)
    333

  • ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου,
  • [*](B)
  • καὶ τοῖς κρίμασίν μου μὴ πορευθῶσιν·
  • ἐὰν τὰ δικαιώματά μου βεβηλώσουσιν,
  • καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν·
  • ἐπισκέψομαι ἐν ῥάβδῳ ἀνομίας αὐτῶν,
  • καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν.
  • τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπʼ αὐτοῦ,
  • οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου,