Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ὠδὴ ψαλμοῦ τῷ Ἀσάφ.
  • Ὁ θεός, τίς ὁμοιωθήσεταί σοι ;
  • μὴ σιγήσῃς μηδὲ καταπραύνῃς, ὁ θεός·
  • ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν,
  • καὶ οἱ μισοῦντές σε ἤραν κεφαλὴν·
  • ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην,
  • καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου
  • εἶπαν Δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους,
  • καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι
  • ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό,
  • κατὰ σοῦ διαθήκην διέθεντο,
  • τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλεῖται,
  • Μωὰβ καὶ οἱ Ἀγγαρηνοί,
  • Ναιβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλήκ,
  • καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον·