Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ κατάρτισαι αὐτὴν ἣν ἐφύτευσεν ἡ δεξιά σου,
  • καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ.
  • ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη·
  • ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται.
  • [*](3 Bενιαμιν Τ | δυναστιαν U+05D0Τ 5 εως] ες R* | του δουλου] των δουλων U+05D0c.ᵃ Τ U+05D0ΑRT 7 εμυκτηρισαν] εμυκτηριζον U+05D0c.ᵃ U+05D0 om διαψαλμα U+05D0T 9 εξεβαλας T 10 οδοποιησας Τ | επλησθη η γη] επληρωσεν την γην U+05D0c.ᵃ Τ 12 σληματα | B* (κληματα Bᵃᵇ) | ποταμων U+05D0c.ᵃΑR 13 καθειλας R T (καθι.) | αυτην παντες οι παραπο sup ras et in mg Aa (om αυτην A*) 14 συς] υς U+05D0?ΑRT T | ονος] μεσονιος Bc μονιος U+05D0c.ᵃΑΤ μονος R* | κατενωμεσατο R 15 επιβλεψον] pr και U+05D0c.ᵃ (ras κ U+05D0c.b ) AT 16 εαυτω R (item 18) 17 ενπεπυρισμενη R)
    322
    [*](B)

  • γενηθήτω ἡ χείρ σου ἐπʼ ἄνδρα δεξιᾶς σου,
  • καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὁν ἐκραταίαοσας σεαυτῷ·
  • καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ·
  • ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα.
  • Κύριε ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς
  • καὶ ἐπίφανον τὸ πρόσαοπόν σου, καὶ σωθησόμεθα.
  • Εἰς τὸ τελος, ὐπὲρ τῶν ληνῶν· τῷ Ἀσὰφ ψαλμός.
  • Ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν,
  • ἀλαλάξατε τῷ θεῷ Ἰακώβ·
  • λάβετε ψαλμὸν καὶ δότε τύμπανον,
  • ψαλτήριον τερπνὸν μετὰ κιθάρας·
  • σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι,
  • ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν,
  • ὅτι πρόσταγμα τῷ Ἰσραήλ ἐστιν,
  • καὶ κρίμα τῷ θεῷ Ἰακώβ·
  • μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτόν,
  • ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου.
  • γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν,
  • ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ,
  • αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν.
  • ἐν θλίψει ἐπεκαλέσω με καὶ ἐρυσάμην σε·
  • ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος,
  • ἐδοκίμασά σε ἐπὶ ὕδατος Ἀντιλογίας. διάψαλμα.
  • ἄκουσον, λαός μου, καὶ λαλήσω σοι· Ἰσραήλ, καὶ διαμαρτύρομαί
  • σοι.
  • ἐὰν ἀκούσῃς μου,
  • οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος,
  • οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ.
  • ἐγὼ γάρ εἰμι Κύριος ὁ θεός σου,
  • ὁ ἀναγαγὼν σε ἐκ γῆς Αἰγύπτου.
  • [*](U+05D0ΑRT)[*](18 δεξιαν A 19 ζωωσης T | επικαλεσωμεθα AΤ—Stich 39 BΤ 38 U+05D0R LXXX 1 om υπερ των ληνων Τ | ληνων] αλλοιωθησομενων A | τω Ασαφ ψαλμος] ψ. τω λσαφ U+05D0c.ᵃ RT ψ. τω Δᾶδ A 4 ημερας A | ημων] υμων U+05D0c.ᵃ (statim restit ημ.) R 6 αυτον 1⁰] αυτο T | εξελθειν] εξελθεν U+05D0* (ι superscr U+05D0¹) εξειλειν R*ᵛⁱᵈ (εξελθειν Rᵃ) 7 αυτου 1⁰] αυτων A 8 ερ- ρυσαμην AR | om διαψαλμα AT om λαλησω σοι Ισρ. και U+05D0c.ᵃΑΤ | om Ισραηλ R | διαμαρτυρουμαι AΤ | εαν] pr Ιηλ (inc stich) U+05D0c.ᵃ AR T 10 προσ- κυνησης T 11 ο αναγαγων] οναγαγων R)
    323
  • πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό.
  • [*](B)

  • καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου,
  • καὶ Ἰσραὴλ οὐ προσέσχεν μοι·
  • καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιών
  • αὐτῶν,
  • πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
  • εἰ ὁ λαὸς ἤκουσέν μου Ἰσραήλ,
  • ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη,
  • ἐν τῷ μηδενὶ τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα,
  • καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου.