Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • βοήθησον ἡμῖν, ὁ θεὸς ὁ σωτὴρ ἡμῶν,
  • ἕνεκα τῆς δόξης τοῦ ὀνόματός σου· Κύριε, ῥῦσαι ἡμᾶς,
  • καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκα τοῦ ὀνόματός σου·
  • μή ποτε εἵπωσιν ἐν τοῖς ἔθνεσιν Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν;
  • καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν
  • ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου.
  • εἰοηλθάτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημέναων,
  • κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου,
  • περιποίησαι τοὺς υἱοὺς τῶν τεθαναταομέναων.
  • ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλάσια εἰς τὸν κόλπον αὐτῶν,
  • τὸν ὀνειδισμὸν αὐτῶν ὃν ὠνείδισάν σε, κύριε.
  • ἡμεῖς γὰρ λαός σου καὶ πρόβατα τῆς νομῆς σου
  • ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰώνα,
  • εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου.
  • Εἰς τὸ τέλος. ὐπερ τῶν Ἀλλοιωθητομένων· μαρτύ.
  • ριον τῷ Ἀσάφ, ψαλμὸς ὐπερ τοῦ Ἀσσυρίου.
  • Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες,
  • ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ἰωσήφ·
  • ὁ καθήμενος ἐπὶ τῶν χερουβεὶμ ἐμφάνηθι,
  • [*](U+05D0RT)[*](6 om εκχεον...σε U+05D0*(hab εκχ. τ. ο. σου επι εθνη τα μη ειδοτα σε U+05D01 (ᵛⁱᵈ) | εθνη] pr τα U+05D0c.ᵃ RT | επεγνωκοτα] γινωσκοντα U+05D0c.ᵃ RT 8 ημων ανο- μιων] των ανομιων ημων R | οικτιρμοι BᵇT | σου] + κε Τ 9 ημιν] ημας R | ενεκα 1⁰] ενεκεν U+05D0c.ᵃ T | om σου 1⁰ U+05D0 | ενεκα 2⁰] ενεκεν U+05D0c.ᵃ R T | σου 2⁰] αυτου U+05D0* (σου U+05D0¹) 10 εν τοις εθνεσιν (1⁰)] τα εθνη U+05D0c.ᵃ RT 11 εισ- ελθετω Bᵃᵇ | κατα] και U+05D0* (κατα U+05D0¹) | μεγαλοσυνην T 12 επταπλασιονα U+05D0RT | om ουτων 2⁰ R | σε] σοι R 13 γαρ] δε U+05D0RT | της νομης] om της c.ᵃ RT | ανθομολογησομεθα] εξομολογησομεθα R ανθομολογησωμεθα T | σοι] + ο θς U+05D0c.ᵃ (om U+05D0c.b) Τ Stich 30 BU+05D0 34 R 33 T L XXIX 1 om υπερ του Ἀσσυριου U+05D0 2 προβατον RT | τον Ιωσηφ] om τον R | χερουβιν Bᵇ RᵛⁱᵈΤ | εμφανητι U+05D0 ενφανηθι R T)
    321

  • ἐναντίον Ἐφράιμ καὶ Βενιαμεὶν καὶ Μανασσή,
  • ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς
  • ὁ θεός, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ
  • σωθησόμεθα.
  • Κύριε ὁ θεὸς τῶν δυνάμεων,
  • ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τοῦ δούλου σου;
  • ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων.
  • καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ
  • ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν.
  • καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς.
  • Κύριε ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς
  • καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σαωθησόμεθα.
  • ἄμπελον ἐξ Αἰγύπτου μετῆρας.
  • διάψαλμα.
  • ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν·
  • ὠδοποίησας ἔμπροσθεν αὐτῆς.
  • καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήσθη ἡ γῆ.
  • ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς,
  • καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ θεοῦ·
  • ἐξέτεινεν τὰ κλήματα αὐτῆς ἕως θαλάσσης.
  • καὶ ἕως ποταμοῦ τὰς παραφυάδας αὐτῆς.
  • ἴνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς,
  • καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν;
  • ἐλυμήνατο αὐτὴν σῦς ἐκ δρυμοῦ,
  • καὶ ὄυος ἄγριος κατενεμήσατο αὐτήν.
  • ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δή,
  • ἐπίύκβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε,
  • καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην·