Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
Ὁ θεός, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἰερουσαλὴμ εἰς ὀπωροφυλάκιον·
ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς·
ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡς ὕδωρ κύκλῳ Ἰερουσαλήμ, καὶ οὐκ ἦν ὁ θάπτων.
ἐγενήθημεν εἰς ὄνειδος τοῖς γείτοσιν ἡμῶν. μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν. [*] (64 κλαυθησονται Bᵇ ᵛⁱᵈ R 65 εξηγερθην R | κεκραιπαληκως Bᵃᵇ U+05D0RT | (κεκρεπ. B*U+05D0T)] pr κ Bᵃᵇ 66 ουτων] αυτου B* (-των U+05D0c.ᵃ) T | ονειδος] ονειδισμον R 68 το Σειων] το Σιων Bᵇ Σιων U+05D0R (U+05D0 Σειων) | ηγαπησεν] pr ο U+05D0RT 69 μονοκερωτος | αυτην] αυτο U+05D0 72 τη συνεσει] ταις συνεσεσι U+05D0c.ᵃT ( σιν) — Stich 162 B 159 U+05D0RT L XXVIII 1 Ασαφ] Δαυειδ U+05D0 | κληρονομιαν] ο 2⁰ rescr U+05D0¹ (κληρονωμιαν U+05D0* fort) | εις 2⁰] ως R 3 ως] ωσει U+05D0c.ᵃ T 4 om εις T) 320
[*] (B)
ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος; ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου;
ἔκχεον τὴν ὀργήν σου ἐπὶ ἔθνη τὰ μὴ ἐπεγνωκότα σε, καὶ ἐπὶ βασιλείας αἱ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο·
ὅτι κατέφαγον τὸν Ἰακώβ, καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν.
μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων· ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτειρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα.
βοήθησον ἡμῖν, ὁ θεὸς ὁ σωτὴρ ἡμῶν, ἕνεκα τῆς δόξης τοῦ ὀνόματός σου· Κύριε, ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκα τοῦ ὀνόματός σου·
μή ποτε εἵπωσιν ἐν τοῖς ἔθνεσιν Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν; καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου.
εἰοηλθάτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημέναων, κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου, περιποίησαι τοὺς υἱοὺς τῶν τεθαναταομέναων.
ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλάσια εἰς τὸν κόλπον αὐτῶν, τὸν ὀνειδισμὸν αὐτῶν ὃν ὠνείδισάν σε, κύριε.