Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν,
  • καὶ τὴν καλλονὴν αὐτοῦ εἰς χεῖρας ἐχθροῦ·
  • καὶ συνέκλεισεν εἰς ῥομφαίαν τὸν λαὸν αὐτοῦ,
  • καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδεν.
  • τοὺς νεανίσκους αὐτῶν κατέφαγεν πῦρ,
  • καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπένθησαν·
  • [*](U+05D0RT)[*](51 Αιυθπτω] γη Αιγυπτου U+05D0RT | των πονων] των πρωτοτοκων U+05D0* παντος πονου U+05D0c.ᵃ RΤ | σκηνωμασιν RΤ 52 ηγαγεν] ανηγαγεν U+05D0R T | ως 2° ωσει U+05D0c.ᵃ RT 53 εν] επ U+05D0c.ᵃ T | θαλασσα] pr η U+05D0c.ᵃ 55 ταις φυλαις] τας φυλας BᵇU+05D0RT | του Ισραηλ] om του R 56 παρεπικρανεν R 57 επε- στρεψαν] απεστρεψαν BᵃᵇRT | ησυνθετησαν] ηθετησαν U+05D0c.ᵃ RT | καθως] ως | om και 3⁰ RT | om και 4° U+05D0c.ᵃRT | εις] ως R 58 επιl εν U+05D0RT 59 ηκουσεν] pr και U+05D0* (om U+05D0c.ᵃ) | ο θεος] κς U+05D0* (ο θς U+05D0c.ᵃ) R | υπεριδ) T | σφοδρα τον Ισρ. U+05D0R T 60 Σηλω (Σηλωμ U+05D0c.ᵃ) | om αυτου U+05D0c.ᵃRT | ου ο U+05D0c.ᵃ RΤ 61 αυτου] αυτων U+05D0RΤ | ἐχθροῦ] eερων R (sic) 62 αυ- του 2⁰] ουτων U+05D0 | υπεριδεν U+05D0T 63 επενθησαν] επενθηθησαν U+05D0c.ᵃ Τ)
    319

  • οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσαν.
  • καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυσθήσονται.
  • καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος.
  • ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου·
  • καὶ ἐπάταξεν τοὺς ἐχθροὺς αὐτῶν εἰς τὰ ὀπίσω,
  • ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς.
  • καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσήφ,
  • καὶ τὴν φυλὴν Ἐφράιμ οὐκ ἐξελέξατο·
  • καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα,
  • τὸ ὄρος τὸ Σειὼν ἠγάπησεν.
  • καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ,
  • ἐν τῇ γῇ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.
  • καὶ ἐξελέξατο Δαυεὶδ τὸν δοῦλον αὐτοῦ,
  • καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων·
  • ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτόν,
  • ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ
  • καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὐτοῦ.
  • καὶ ἐποίμανεν αὐτοὺς ἐν νῇ ἀκακίᾳ τῆς καρδίας αὐτοῦ,
  • καὶ ἐν τῇ συνέσει τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς.