Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη, καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας, καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν ταῖς φυλαῖς τοῦ Ἰσραήλ.
καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν θεὸν τὸν ὕψιστον, καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο·
καὶ ἐπέστρεψαν καὶ ἠσυνθέτησαν καθὼς καὶ οἱ πατέρες αὐτῶν καὶ μετεστράφησαν εἰς τόξον στρεβλόν·
καὶ παρώργισαν αὐτὸν ἐπὶ τοῖς βουνοῖς αὐτῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν.
ἤκουσεν ὁ θεός, καὶ ὑπερεῖδεν καὶ ἐξουδένωσεν τὸν Ἰσραὴλ σφόδρα·
καὶ ἀπώσατο τὴν σκηνὴν Σηλώμ, σκήναωμα αὐτοῦ οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις·
καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν, καὶ τὴν καλλονὴν αὐτοῦ εἰς χεῖρας ἐχθροῦ·
καὶ συνέκλεισεν εἰς ῥομφαίαν τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδεν.
τοὺς νεανίσκους αὐτῶν κατέφαγεν πῦρ, καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπένθησαν· [*] (U+05D0RT) [*] (51 Αιυθπτω] γη Αιγυπτου U+05D0RT | των πονων] των πρωτοτοκων U+05D0* παντος πονου U+05D0c.ᵃ RΤ | σκηνωμασιν RΤ 52 ηγαγεν] ανηγαγεν U+05D0R T | ως 2° ωσει U+05D0c.ᵃ RT 53 εν] επ U+05D0c.ᵃ T | θαλασσα] pr η U+05D0c.ᵃ 55 ταις φυλαις] τας φυλας BᵇU+05D0RT | του Ισραηλ] om του R 56 παρεπικρανεν R 57 επε- στρεψαν] απεστρεψαν BᵃᵇRT | ησυνθετησαν] ηθετησαν U+05D0c.ᵃ RT | καθως] ως | om και 3⁰ RT | om και 4° U+05D0c.ᵃRT | εις] ως R 58 επιl εν U+05D0RT 59 ηκουσεν] pr και U+05D0* (om U+05D0c.ᵃ) | ο θεος] κς U+05D0* (ο θς U+05D0c.ᵃ) R | υπεριδ) T | σφοδρα τον Ισρ. U+05D0R T 60 Σηλω (Σηλωμ U+05D0c.ᵃ) | om αυτου U+05D0c.ᵃRT | ου ο U+05D0c.ᵃ RΤ 61 αυτου] αυτων U+05D0RΤ | ἐχθροῦ] eερων R (sic) 62 αυ- του 2⁰] ουτων U+05D0 | υπεριδεν U+05D0T 63 επενθησαν] επενθηθησαν U+05D0c.ᵃ Τ) 319
οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσαν. καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυσθήσονται.
καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος. ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου·
καὶ ἐπάταξεν τοὺς ἐχθροὺς αὐτῶν εἰς τὰ ὀπίσω, ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς.
καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσήφ, καὶ τὴν φυλὴν Ἐφράιμ οὐκ ἐξελέξατο·
καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα, τὸ ὄρος τὸ Σειὼν ἠγάπησεν.
καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ, ἐν τῇ γῇ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.
καὶ ἐξελέξατο Δαυεὶδ τὸν δοῦλον αὐτοῦ, καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων·
ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτόν, ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὐτοῦ.