Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
Προσέχετε λαός μου τὸν νόμον μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου.
ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπʼ ἀρχῆς.
ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν·
οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν, ἀπαγγέλλοντες τὰς αἰνέσεις Κυρίου καὶ τὰς δυναστίας αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησεν.
καὶ ἀνέστησεν μαρτύριον ἐν Ἰακώβ, καὶ νόμον ἔθετο ἐν Ἰσραήλ, ὃν ἐνετείλατο τοῖς πατράσιν ἡμῶν γνωρίσαι αὐτὸν τοῖς υἱοῖς αὐτῶν,
ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησόμενοι, καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν·
ἵνα θῶνται ἐπὶ τὸν θεὸν τὴν ἐλπίδα αὐτῶν, καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ θεοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσουσιν· [*] (U+05D0RT) [*] (19 τροχω] + εφαναν αι αστραπαι σου τη οικουμενη Bᵃᵇ ᵐᵍ inf U+05D0RT 20 υδα- σιν R | γνωσθησεται U+05D0 Stich 40 BU+05D0 42 R 44 T XX VII 2 παρα- βολη U+05D0* (-λαις U+05D0c.ᵃ) | φθεγξωμαι T 4 om εις R | Κυριου] pr του R T | δυναστειας Bᵃᵇ U+05D0 | εποιησαν U+05D0* (-σεν U+05D0¹) 5 ον] οσα U+05D0c.ᵃ T | ενετειλατο (ενετειλα B* λατο Bᵃᵇ)] εθετο U+05D0* (ενετιλ. U+05D0c.ᵃ) | γνωρισαι] pr του U+05D0RT | αυτον] αυτα U+05D0c.ᵃ] RT 6 οι τεχθησομενοι] om οι RT | απαγγελουσιν] αναγγελ. U+05D0R | om αυτα U+05D0* (hab U+05D0c.ᵃ) 7 θεον] θν (sic) U+05D0 | μη] pr ου Ρ | εκζητησωσιν Τ) 315
ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν [*] (Β) γενεὰ σκολιὰ καὶ παραπικραίνουσα, γενεὰ ἥτις οὐ κατηύθυνεν ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ θεοῦ τὸ πνεῦμα αὐτῆς.
υἱοὶ Ἐφράιμ ἐντείνοντες καὶ βάλλοντες τόξον ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου·
οὐκ ἐφυλάξαντο τὴν διαθήκην τοῦ θεοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἤθελον πορεύεσθαι.
καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ καὶ τῶν θαυμασίων αὐτοῦ ὧν ἔδειξεν αὐτοῖς,
ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησεν θαυμάσια, ἐν γῇ Αἰγύπτῳ ἐν πεδίῳ Τάνεως.
διέρρηξεν θάλασσαν καὶ διήγαγεν αὐτούς, ἔστησεν ὕδατα ὡσεὶ ἀσκόν·
καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας. καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός·
διέρρηξεν πέτραν ἐν ἐρήμῳ. καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ·
καὶ ἐξήγαγεν ὔδωρ ἐκ πέτρας. καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα.
καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ· παρεπίκραναν τὸν ὕψιστον ἐν ἀνύδρῳ,
καὶ ἐξεπείρασαν τὸν θεὸν ἐν ταῖς καρδίαις αὐτῶν, τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν.
καὶ κατελάλησαν τοῦ θεοῦ καὶ εἶπαν Μὴ δυνήσεται ὁ θεὸς ἑτοιμάσαι τράπεζαν ἐυ ἐρήμῳ
ἐπεὶ ἐπάταξεν πέτραν, καὶ ἐρρύησαν ὕδατα, καὶ χείμαρροι κατεκλύσθησαν· μὴ καὶ ἄρτον δυνήσεται δοῦναι; ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ;