Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ
  • Ἀαρών.
  • Συνέσεως τῷ Ἀσάφ.
  • Προσέχετε λαός μου τὸν νόμον μου,
  • κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου.
  • ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου,
  • φθέγξομαι προβλήματα ἀπʼ ἀρχῆς.
  • ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά,
  • καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν·
  • οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν,
  • ἀπαγγέλλοντες τὰς αἰνέσεις Κυρίου
  • καὶ τὰς δυναστίας αὐτοῦ,
  • καὶ τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησεν.
  • καὶ ἀνέστησεν μαρτύριον ἐν Ἰακώβ,
  • καὶ νόμον ἔθετο ἐν Ἰσραήλ,
  • ὃν ἐνετείλατο τοῖς πατράσιν ἡμῶν
  • γνωρίσαι αὐτὸν τοῖς υἱοῖς αὐτῶν,
  • ὅπως ἂν γνῷ γενεὰ ἑτέρα,
  • υἱοὶ οἱ τεχθησόμενοι,
  • καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν·
  • ἵνα θῶνται ἐπὶ τὸν θεὸν τὴν ἐλπίδα αὐτῶν,
  • καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ θεοῦ,
  • καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσουσιν·
  • [*](U+05D0RT)[*](19 τροχω] + εφαναν αι αστραπαι σου τη οικουμενη Bᵃᵇ ᵐᵍ inf U+05D0RT 20 υδα- σιν R | γνωσθησεται U+05D0 Stich 40 BU+05D0 42 R 44 T XX VII 2 παρα- βολη U+05D0* (-λαις U+05D0c.ᵃ) | φθεγξωμαι T 4 om εις R | Κυριου] pr του R T | δυναστειας Bᵃᵇ U+05D0 | εποιησαν U+05D0* (-σεν U+05D0¹) 5 ον] οσα U+05D0c.ᵃ T | ενετειλατο (ενετειλα B* λατο Bᵃᵇ)] εθετο U+05D0* (ενετιλ. U+05D0c.ᵃ) | γνωρισαι] pr του U+05D0RT | αυτον] αυτα U+05D0c.ᵃ] RT 6 οι τεχθησομενοι] om οι RT | απαγγελουσιν] αναγγελ. U+05D0R | om αυτα U+05D0* (hab U+05D0c.ᵃ) 7 θεον] θν (sic) U+05D0 | μη] pr ου Ρ | εκζητησωσιν Τ)
    315

  • ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν
  • [*](Β)
  • γενεὰ σκολιὰ καὶ παραπικραίνουσα,
  • γενεὰ ἥτις οὐ κατηύθυνεν ἐν τῇ καρδίᾳ αὐτῆς,
  • καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ θεοῦ τὸ πνεῦμα αὐτῆς.
  • υἱοὶ Ἐφράιμ ἐντείνοντες καὶ βάλλοντες τόξον
  • ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου·
  • οὐκ ἐφυλάξαντο τὴν διαθήκην τοῦ θεοῦ,
  • καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἤθελον πορεύεσθαι.
  • καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ
  • καὶ τῶν θαυμασίων αὐτοῦ ὧν ἔδειξεν αὐτοῖς,
  • ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησεν θαυμάσια,
  • ἐν γῇ Αἰγύπτῳ ἐν πεδίῳ Τάνεως.
  • διέρρηξεν θάλασσαν καὶ διήγαγεν αὐτούς,
  • ἔστησεν ὕδατα ὡσεὶ ἀσκόν·
  • καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας.
  • καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός·
  • διέρρηξεν πέτραν ἐν ἐρήμῳ.
  • καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ·
  • καὶ ἐξήγαγεν ὔδωρ ἐκ πέτρας.
  • καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα.
  • καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ·
  • παρεπίκραναν τὸν ὕψιστον ἐν ἀνύδρῳ,
  • καὶ ἐξεπείρασαν τὸν θεὸν ἐν ταῖς καρδίαις αὐτῶν,
  • τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν.
  • καὶ κατελάλησαν τοῦ θεοῦ
  • καὶ εἶπαν Μὴ δυνήσεται ὁ θεὸς ἑτοιμάσαι τράπεζαν ἐυ
  • ἐρήμῳ