Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος, ὐπὲρ Ἰδιθούμ· τῷ Ἀσὰφ ψαλμός.
  • Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,
  • καὶ ἡ φωνή μου πρὸς τὸν θεόν, καὶ προσέσχεν μοι.
  • ἐν ἡμέρᾳ θλίψεως μου τὸν θεὸν ἐξεζήτησα,
  • ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην·
  • ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου.
  • ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην·
  • ἠδολέσχησα καὶ ὠλιγοψύχησεν τὸ πνεῦμα μου. διάψαλμα.
  • [*](U+05D0RT)[*](5 φωτισεις R | απο] απ R 6 ταις χερσιν] pr εν R 7 οι επιβεβηκοτες] pr παντες R | τους ιππους] τοις ιπποις U+05D0c.ᵃ T 8 απο] pr τοτε R + τοτε Bᵃ?ᵇU+05D0T | της οργης σου] η οργη σου Bᵃ?ᵇU+05D0 η ορ[γη] T 9 ηκοντισας] ηκουτισας BᵇU+05D0RT 10 τη καρδια] της γης Bᵃᵇ ᵐᵍ U+05D0c.ᵃ RT | om διαψαλμα T 11 om οτι ενθυμιον...σοι (1⁰) | ενκαταλειμμα Bᵃᵇ (εγκαταλειμμα B¹?) | εορταση T 12 τω κω θω U+05D0* (κω τω θω U+05D0c.ᵃ) | οισωσιν T 13 βασιλευσιν T Stich 24 B 22 U+05D0 20 R 23 T LX XVI 1 Ιδιθουν U+05D0 | ψαλμος τω Ασαφ T 2 και η φωνη] om και η Bᵇ (inst prius) U+05D0Τ | θεον] + μου Ρ 3 ταις χερσιν] pr εν R | απηνη- νατο] επηνηνατο R* απενηνατο T 4 ηυφρανθην | ολιγοψυχησεν Τ | om διαψαλμα T)
    313

  • προκατελάβοντο φυλακὰς οἱ ἐχθροί μου·
  • [*](B)
  • ἐταράχθην καὶ οὐκ ἐλάλησα.
  • διελογισάμην ἡμέρας ἀρχαίας.
  • καὶ ἔτη αἰώνια
  • ἐμνήσθην καὶ ἐμελέτησα·
  • νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλεν τὸ
  • πνεῦμά μου.
  • μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος.
  • καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι;
  • ἡ εἰς τέλος ἀποκόψει τὸ ἔλεος ἀπὸ γενεᾶς καὶ γενεᾶς;
  • ἡ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ θεός,
  • ἡ συνέξει τοὺς οἰκτειρμοὺς αὐτοῦ ἐν τῇ ὀργῇ αὐτοῦ
  • διάψαλμα.
  • καὶ εἶπα Νῦν ἠρξάμην.
  • αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου
  • ἐμνήσθην τῶν ἔργων Κυρίου,
  • ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου,
  • καὶ μελετήσω ἐν πᾶσιν τοῖς ἔργοις σου,
  • καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω.