Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Ἀσάφ.
  • ᾠδή, πρὸς τὸν Ἀσσύριον.
  • Γνωστὸς ἐν τῆ Ἰουδαἰᾳ ὁ θεός,
  • ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.
  • καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ,
  • καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών·
  • ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων,
  • ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον·
  • ἐκεῖ συνκλάσει τὰ κέρατα. διάφαλμα.
  • [*](3 ευθυτητα 4 κατοικουντες] + σε σοι κατοικουντες R | αυτην] + εν U+05D0RT αυτη U+05D0RT | στερεωσα R | αυτης] αυτους R | om διαψαλμα RΤ 5 ειπα] ειπον T | παρανομουσι U+05D0 | παρανομειν] παρανομειτε U+05D0c.a (-ται) RT 6 μη 2⁰] pr κ U+05D0c.ᵃΤ και μηδε R | κατα του θεου] om θεου B* (superscr Bᵃᵇ) 7 απο 1⁰] εξ U+05D0c.ᵃ T | ερημων] + ορεων U+05D0RT 9 πληρες] πληρης U+05D0c.ᵃ (mox ipse restit ρες) R | εκκλινεν R | om και 2⁰ Bᵃᵇ U+05D0RT 10 αγαλλιασομαι (-σωμαι T)] + κω) U+05D0* (om U+05D0c.ᵃ) 11 συνκλασω] συνθλασω BᵃᵇRT | τα | κερατα 2⁰] το κερας U+05D0c.ᵃ RT — Stich 20 BU+05D0R 24 T L XXV 1 του Ασαφ R | om ωδη U+05D0 ωδης T | om προς τον Ασσυριον U+05D0Τ 2 εν τω | Ισρ.] om εν τω R 3 Σειων T 4 om εκει συνκλασει τα κερατα Bᵃᵇ U+05D0RT | om διαψαλμα T)
    312
    [*](B)

  • φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων.
  • ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ·
  • ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν
  • πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν.
  • ἀπὸ ἐπιτιμήσεως σου, ὁ θεὸς Ἰακώβ,
  • ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους.
  • σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι
  • ἀπὸ τῆς ὀργῆς σους
  • ἐκ τοῦ οὐρανοῦ ἠκόντισας κρίσιν,
  • γῆ ἐφοβήθη καὶ ἡσύχασεν,
  • ἐν τῷ ἀναστῆναι εἰς κρίσιν
  • τὸν θεόν,
  • τοῦ σῶσαι πάντας τοὺς πρᾳεῖς τῇ καρδίᾳ. διάψαλμα.
  • ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι,
  • καὶ ἐνκατάλιμμα ἐνθυμίου ἑορτάσει σοι.
  • εδξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ θεῷ ἡμῶν·
  • πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσιν δῶρα
  • τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων,
  • φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.