Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος· μὴ διαφθείρης· ψαλμὸς τῷ
  • Ἀσὰφ ᾠδῆς.
  • Ἐξομολογησόμεθά σοι, ὁ θεός,
  • ἐξομολογησόμεθα καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου·
  • διηγήσομαι πάντα τὰ θαυμάσιά σου,
  • ὅταν λάβω καιρόν·
  • [*](U+05D0RT)[*](14 εδωκας] pr συ συνετριψας τας κεφαλας του δρακοντος Bᵃᵇ ᵐᵍ inf pr συ συνεθλασας την κεφαλην του δρακ. U+05D0Τ pr συ συνεθλ. τας κεφαλας του δρα· κοντος του μεγαλου R 15 χειμαρρους] + συ εξηρανας ποταμους Ηθαμ RT 16 η ημερα] om η R | η νυξ] om η R | κατηρτισω] εποιησας R | ηλιον και σεληνην] φαυσιν κ. ηλιον U+05D0c.ᵃ T 17 εποιησας 2⁰] επλασας U+05D0c.ᵃ T+ αυτα U+05D0Τ 18 om της κτισεως σου U+05D0R1T | εχθρος] pr ο R | τον κυριον] τω κυριω R | αυ- του] σου U+05D0RT 19 om σου U+05D0* (hab U+05D0c.ᵃ) 20 εσκοτισμενοι BᵃᵇU+05D0RT 21 om και 1° RT 22 σου 1⁰] μου R | των ονειδισμων σου] του ονιδισμου σου U+05D0c.ᵃ | των 2⁰] του U+05D0c.ᵃ R | om ολην την ημ. R* 23 om μη επιλαθη της φωνης η υπερηφανια R* | επιλαθη Bᵃᵇ (επιλαθε B*) | αναβαιη] ανεβη U+05D0c.ᵃ RT| om προς σε U+05D0c.ᵃΤ Stich 45 BT 44 U+05D0 49 R L XXIV 1 ψ. τω Ασαφ ωδης] τω A. ψ. R 2 εξομοληγησωμεθα T bis | εξομολογ. 2⁰] + σοι U+05D0R T | επικασομεθα B* (επικαλεσ. Bᵃᵇ) επικαλεσωμεθα T | διηγησωμαι T | om πανια U+05D0*c.b (hab U+05D0c.ᵃ))
    311
  • ἐγὼ εὐθύτητας κρινῶ.
  • [*](B)

  • ἐτάκη ή γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν,
  • ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. διάψαλμα.
  • εἶπα τοῖς παρανομοῦσιν μὴ παρανομεῖν,
  • καὶ τοῖς ἁμαρτάνουσιν Μὴ ὑψοῦτε κέρας·
  • μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν.
  • μὴ λαλεῖτε κατὰ τοῦ θεοῦ ἀδικίαν·
  • ὅτι οὔτε ἀπὸ ἐξόδων οὔτε ἀπὸ δυσμῶν
  • οὔτε ἀπὸ ἐρήμων,
  • ὅτι ὁ θεὸς κριτής ἐστιν·
  • τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ.
  • ὅτι ποτήριρν ἐν χειρὶ Κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος.
  • καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· πλὴν ὁ τρυγίας αὐτοῦ
  • οὐκ ἐξεκενώθη,
  • καὶ πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς.
  • ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα,
  • ψαλῶ τῷ θεῷ Ἰακώβ·
  • καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνκλάσω,
  • καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου.