Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν,
  • σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος·
  • [*](LXX III 1 απωσω ο θεος] ο θς απωσω U+05D0c.ᵃ απωσω ημας ο θεος R U+05D0RT 2 Σειων T 3 οσα B*U+05D0c.ᵃ RT] οσας BᵃᵇU+05D0 | τοις αγιοις] τω αγιω U+05D0c.ᵃΤ 4 εορτης] οργης U+05D0* (εορτ. U+05D0c.ᵃ) | σου] + εθεντο τα σημεια ουτων σημεια και ουκ εγνωσαν Bᵃᵇ ᵐᵍ inf U+05D0RT 5 εισοδον] οδον U+05D0* εξοδον U+05D0c.ᵃ RᵃT | εξεκοψαν] διεκοψαν U+05D0* (εξεκ. U+05D0c.ᵃ) 6 πελυκι T 7 om ενεπυρισαν....σου (1⁰) R 8 ειπον T | η συγγενια (-νεια Bᵃᵇ)] αι συγγενειαι U+05D0c.ᵃ Τ (-νιαι) | om και BᵃᵇU+05D0* (hab U+05D0c.ᵃ) R | τας εορτας] pr πασας U+05D0c.ᵃ RT | Κυριου του θῦ U+05D0RT 9 ημων] αυτων T | ειδομεν] ειδαμεν (?ιδ.) R ιδομεν T | ουκ εστιν] pr και | 10 om ο θεος U+05D0* (hab superscr U+05D0¹) 11 χειραν R | om και την δεξιαν σου U+05D0* (hab U+05D0c.ᵃ) 12 βασιλευς] pr θεος BᵃᵇU+05D0RΤ 13 δυναμει] δυναστεια U+05D0* (δυναμ. U+05D0c.ᵃ))
    310
    [*](B)

  • ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν.
  • σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους,
  • σὴ ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἧ νύξσὺ
  • κατηρτίσω ἥλιον καὶ σελήνην.
  • σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς·
  • θέρος καὶ ἔαρ σὺ ἐποίησας·
  • μνήσθητι ταύτης τῆς κτίσεως
  • ἐχθρὸς ὠνείδισεν τὸν κύριον,
  • καὶ λαὸς ἄφρων παρώξυνεν τὸ ὄνομα αὐτοῦ.
  • μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι,
  • τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος.
  • ἐπίβλεψον εἰς τὴν διαθήκην σου,
  • ὅτι ἐπληρώθησαν οἱ ἐσκοτωμένοι τῆς γῆς οἴκων ἀνομιῶν.
  • μὴ ἀποστραφήτω τεταπεινωμένος καὶ κατηησ χυμμένος·
  • πταωχὸς καὶ πένης αἰνέσουσιν τὸ ὄνομά σου.
  • ἀνάστα, ὁ θεός, δίκασον τὴν δίκην σου·
  • μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν
  • ἡμέραν.
  • μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου,
  • ἡ ὑπερηφανία τῶν μισούντων σε ἀναβαίη διὰ παντὸς πρὸς
  • σέ.