Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
Ἵνα τί ἀπώσω, ὁ θεός, εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;
μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπʼ ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου, ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ.
ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου.
καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου,
ὡς εἰς τὴν εἴσοδον ὑπεράνω· ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν
τὰς θύρας αὐτῆς· ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν.
ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου· εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.
εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν ἡ συγγενία αὐτῶν ἐπὶ τὸ αὐτό Δεῦτε καὶ καταπαύσωμεν τὰς ἑορτὰς Κυρίου ἀπὸ τῆς γῆς.
τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιυ ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.
ἔως πότε, ὁ θεός, ὀνειδιεῖ ὁ ἐχθρός παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος;
ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;
ὁ δὲ βασιλεὺς ἡμῶν πρὸ αἰῶνος, εἰργάσατο σωτηρίαν ἐν μέσχῳ τῆς γῆς.
σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος· [*] (LXX III 1 απωσω ο θεος] ο θς απωσω U+05D0c.ᵃ απωσω ημας ο θεος R U+05D0RT 2 Σειων T 3 οσα B*U+05D0c.ᵃ RT] οσας BᵃᵇU+05D0 | τοις αγιοις] τω αγιω U+05D0c.ᵃΤ 4 εορτης] οργης U+05D0* (εορτ. U+05D0c.ᵃ) | σου] + εθεντο τα σημεια ουτων σημεια και ουκ εγνωσαν Bᵃᵇ ᵐᵍ inf U+05D0RT 5 εισοδον] οδον U+05D0* εξοδον U+05D0c.ᵃ RᵃT | εξεκοψαν] διεκοψαν U+05D0* (εξεκ. U+05D0c.ᵃ) 6 πελυκι T 7 om ενεπυρισαν....σου (1⁰) R 8 ειπον T | η συγγενια (-νεια Bᵃᵇ)] αι συγγενειαι U+05D0c.ᵃ Τ (-νιαι) | om και BᵃᵇU+05D0* (hab U+05D0c.ᵃ) R | τας εορτας] pr πασας U+05D0c.ᵃ RT | Κυριου του θῦ U+05D0RT 9 ημων] αυτων T | ειδομεν] ειδαμεν (?ιδ.) R ιδομεν T | ουκ εστιν] pr και | 10 om ο θεος U+05D0* (hab superscr U+05D0¹) 11 χειραν R | om και την δεξιαν σου U+05D0* (hab U+05D0c.ᵃ) 12 βασιλευς] pr θεος BᵃᵇU+05D0RΤ 13 δυναμει] δυναστεια U+05D0* (δυναμ. U+05D0c.ᵃ)) 310
[*] (B)
ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν.
σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους,
σὴ ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἧ νύξσὺ κατηρτίσω ἥλιον καὶ σελήνην.
σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς· θέρος καὶ ἔαρ σὺ ἐποίησας·
μνήσθητι ταύτης τῆς κτίσεως ἐχθρὸς ὠνείδισεν τὸν κύριον, καὶ λαὸς ἄφρων παρώξυνεν τὸ ὄνομα αὐτοῦ.
μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος.
ἐπίβλεψον εἰς τὴν διαθήκην σου, ὅτι ἐπληρώθησαν οἱ ἐσκοτωμένοι τῆς γῆς οἴκων ἀνομιῶν.