Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὅτι ἕνεκα σοῦ ὑπήνεγκα ὀνειδισμόν,
  • ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου·
  • ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου,
  • καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου·
  • ὅτι ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με,
  • καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπʼ ἐμέ.
  • καὶ συνέκαμψα ἐν νηστίᾳ τὴν ψυχήν μου,
  • καὶ ἐγενήθη εἰς ὀνειδισμὸν ἐμοί
  • καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον,
  • καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.
  • κατʼ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλῃ,
  • καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἶνον.