Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ, Κύριε·
  • καιρὸς εὐδοκίας, ὁ θεός·
  • ἐν τῷ πλήθει τοῦ ἐλέους σου
  • ἐπάκουσον, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου.
  • σῶσόν με ἀπὸ πηλοῦ, ἴνα μὴ ἐνπαγῶ·
  • ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων.
  • μὴ με καταποντισάτω καταιγὶς ὕδατος,
  • μηδὲ καταπιέτω με βυθός,
  • μηδὲ συνσχέτω ἐπʼ ἐμὲ φρέαρ στόμα αὐτοῦ.
  • εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου·
  • κατὰ τὸ πλῆθος τῶν οἰκτειρμῶν σου ἐπίβλεψον ἐπʼ ἐμέ
  • ξτὶ θλίβομαι, ταχὺ ἐπάκουσόν μου.
  • πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτὴν,
  • ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με.