Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές
  • με δωρεάν·
  • ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως·
  • ἃ οὐχ ἥρπασα τότε ἀπετίννυον.
  • ὁ θεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου.
  • καὶ αἱ πλημμελίαι μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν.
  • [*](32 θεω] κω U+05D0* (θω U+05D0c.ᵃ) 33 θεω] κω U+05D0* (θω U+05D0c.ᵃ) | κυριω] θω * (κω U+05D0R | U+05D0c.ᵃ) | om διαψαλμα Rᵃ 34 om ψαλατε τω θεω U+05D0 | θεω] κυριω Rᵃ | κατα | BU+05D0c.ᵃRᵃ] κατ U+05D0* | om ιδου U+05D0* (hab U+05D0c.ᵃ) | om εν U+05D0Rᵃ 35 μεγαλο- πρεπεια Bᵃᵇ 36 οσιοις] αγιοις U+05D0Rᵃ | Ισραηλ] pr του U+05D0* (om U+05D0c.ᵃ) | om και 2⁰ U+05D0c.ᵃRᵃ Stich 84 B 80 U+05D0 (de R non liq) L XVIII 3 εν. | επαγη Rᵃ | ιλυν Bᵇ υλην B*U+05D0 ιλην R | αποστασις Rᵃ 4 εβραγχνια- σεν B*U+05D0* (εβραγχιασεν BᵇU+05D0c.ᵃR) | εγγιζειν] ελπιζεν Bᵃ (ᵐᵍ)ᵇ(txt) U+05D0] + με R 5 εκδιωκοντες] διωκοντες U+05D0 6 πλημμελειαι Bᵃᵇ | εκρυβησαν] απεκρυ- βησαν U+05D0c.ᵃ)
    300
    [*](B)

  • μὴ αἰσχυνθείησαν ἐπʼ ἐμοὶ οἱ ὑπομένοντές σε, Κύριε τῶν
  • δυνάμεων·
  • μὴ ἐντραπείησαν ἐπʼ ἐμοὶ οἱ ζητοῦντές σε, ὁ θεὸς τοῦ Ἰσραήλ.
  • ὅτι ἕνεκα σοῦ ὑπήνεγκα ὀνειδισμόν,
  • ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου·
  • ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου,
  • καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου·
  • ὅτι ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με,
  • καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπʼ ἐμέ.
  • καὶ συνέκαμψα ἐν νηστίᾳ τὴν ψυχήν μου,
  • καὶ ἐγενήθη εἰς ὀνειδισμὸν ἐμοί
  • καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον,
  • καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.