Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ θεῷ, ψάλατε τῷ κυρίῳ.
  • διαάψαλμα.
  • ψάλατε τῷ θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ
  • κατὰ ἀνατολάς.
  • ἰδοὺ δώσει ἐν τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.
  • δότε δόξαν τῷ θεῷ·
  • ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρεπία αὐτοῦ,
  • καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.
  • θαυμαστὸς ὁ θεὸς ἐν τοῖς ὁσίοις αὐτοῦ·
  • ὁ θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ
  • αὐτοῦ·
  • καὶ εὐλογητὸς ὁ θεός.
  • Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων·
  • τῷ Δαυείδ.
  • Σῶσόν με, ὁ θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.
  • ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις·
  • ἥλθον εἰς τὰ βάθη τῆς θαλάσσης. καὶ καταιγὶς κατεπόντισέν
  • με.
  • ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου.
  • ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐγγίζειν ἐπὶ τὸν θεόν μου.