Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • εἰσελεύσμαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαθτώμασιν,
  • ἀποδώσω σοι τὰς εὐχάς μου,
  • ἃς διέστειλεν τὰ χείλη μου
  • καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τῇ θλίψει μου·
  • ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ
  • κριῶν,
  • ποιήσω σοι βόας μετὰ χιμάρων. διάψαλμα.
  • δεῦτε ἀκούσατε καὶ διηγήσομαι, πάντες οἱ φοβούμενοι τὸν
  • κύριον,
  • ὅσα ἐποίησεν τῇ ψυχῇ μου.
  • πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα,
  • καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου.
  • ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδία, μὴ εἰσακουσάτω Κύριος.
  • διὰ τοῦτο εἰσήκουσέν μου ὁ θεός,
  • προσέσχεν τῇ φωνῇ τῆς προσευχῆς μου.
  • εὐλογητὸς ὁ θεὸς ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου καὶ
  • τὸ ἔλεος αὐτοῦ ἀπʼ ἐμοῦ.