Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • εἰσάκουσον προσευχῆς μου, πρὸς σὲ πᾱσα σὰρξ ἥξει.
  • λόγοι ἀνόμων ὑπερηδυνάμωσαν ἡμᾶς,
  • καὶ τὰς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ.
  • μακάριος ὃν ἐξελέξω καὶ προσελάβου.
  • κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου.
  • πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου·
  • ἅγιος ὁ ναός σου,
  • θαυμαστὸς ἐν δικαιοσύνῃ.
  • ἐπάκουσον ἡμῶν, ὁ θεὸς ὁ σωτὴρ ἡμῶν,
  • ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς·
  • ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύι σου.
  • περιεζωσμένος ἐν δυναστία·
  • ὁ συνταράσσων τὸ ὕδωρ τῆς θαλάσσης, ἤχους κυμάτων
  • αὐτῆς.
  • ταραχθήσονται τὰ ἔθνη
  • καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ
  • πέρατα ἀπὸ τῶν σημείων σου·
  • ἐξόδους πρωίας καὶ ἑσπέρας τέρψεις.
  • ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν.
  • ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν·
  • ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων·
  • ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία σου.
  • [*](11 επι] εν U+05D0c.a R T | ελπισει R |επαινεθησονται Bᵇ T Stich 23 BU+05D0 20 R U+05D0RT 22 T L XIV 1 τω Δ.ψαλμος U+05D0 | om ωδη U+05D0T ωσης R 2 σοι 1° ] σε ου T | Σειων T | σοι 2⁰] συ T | ευχη] + εν Ιηλμ U+05D0Τ (Ιλημ T) εν Ιερουσαλημ R | 3 om μου U+05D0* (hab U+05D0c.ᵃ) R | σαρηξει B* (σαρξ ηξ. Bᵃᵇ) 4 υπερεδυναμωσαν BᵃᵇU+05D0c. a | ταις ασεβειαις U+05D0c T ( βιαις) 5 κατασκηνωσει BU+05D0c.ᵃ (κατασκη- νωση T)] κατοικησει U+05D0* | πλησθησωμεθα T 6 γης] + και εν θαλασση μακραν Bᵃᵇ ᵐᵍ U+05D0*R και των εν θ. μ. U+05D0c.a Τ 7 σου] αυτου U+05D0RT | δυναστεα BᵃᵇU+05D0 8 υδωρ] κυτος U+05D0RΤ | αυτης] + τις υποστησεται U+05D0c.a Τ 9 τα περατα BU+05D0c.a RT] την γην U+05D0* 10 ουτων B U+05D0 c.ᵃR T] αυτης U+05D0* | om σου U+05D0c.ᵃ)
    294
    [*](B)

  • τοὺς αὔλακας αὐτῆς μέθυσον,
  • πλήθυνον τὰ γενήματα αὐτῆς,
  • ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.
  • [*](¶Τ)

  • εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός ¶ σου,
  • καὶ τὰ πεδία σου πλησθήσονται πιότητος·
  • πιανθήσεται τὰ ὄρη τῆς ἐρήμου,
  • καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται.
  • ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων,
  • καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον·
  • κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν.
  • Εἰς τὸ τέλος· ᾠδὴ ψαλμοῦ ἀναστάσεως.
  • Ἀλαλάξατε τῷ θεῷ, πᾶσα ἡ γῆ.
  • ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ,
  • δότε δόξαν αἰνέσει αὐτοῦ·
  • εἶπατε τῷ θεῷ Ὡς φοβερὰ τὰ ἔργα σου·
  • ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί
  • πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι,
  • ψαλάτωσαν τῷ ὀνόματί σου. διάφαλμα.
  • δεῦτε, τέκνα, καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ,
  • φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων.
  • ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν,
  • ἐν ποτσμῷ διελεύσονται ποδί
  • ἐκεῖ εὐφρανθησόμεθα ἐπʼ αὐτῷ,
  • τῷ δεσπόζοντι ἐν τῇ δυναστίᾳ τοῦ αἰῶνος αὐτοῦ.
  • οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν,
  • οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. διάψαλμα.
  • εὐλογεῖτε, ἔθνη, τὸν θεὸν ἡμῶν,
  • καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ,