Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • τοὺς αὔλακας αὐτῆς μέθυσον,
  • πλήθυνον τὰ γενήματα αὐτῆς,
  • ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.
  • [*](¶Τ)

  • εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός ¶ σου,
  • καὶ τὰ πεδία σου πλησθήσονται πιότητος·
  • πιανθήσεται τὰ ὄρη τῆς ἐρήμου,
  • καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται.
  • ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων,
  • καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον·
  • κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν.
  • Εἰς τὸ τέλος· ᾠδὴ ψαλμοῦ ἀναστάσεως.
  • Ἀλαλάξατε τῷ θεῷ, πᾶσα ἡ γῆ.
  • ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ,
  • δότε δόξαν αἰνέσει αὐτοῦ·
  • εἶπατε τῷ θεῷ Ὡς φοβερὰ τὰ ἔργα σου·
  • ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί
  • πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι,
  • ψαλάτωσαν τῷ ὀνόματί σου. διάφαλμα.
  • δεῦτε, τέκνα, καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ,
  • φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων.
  • ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν,
  • ἐν ποτσμῷ διελεύσονται ποδί
  • ἐκεῖ εὐφρανθησόμεθα ἐπʼ αὐτῷ,