Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ, ᾠδή.
  • Σοι πρέπει ὕμνος, ὁ θεός, ἐν Σιών.
  • καὶ σοὶ ἀποδοθήσεται εὐχή.
  • εἰσάκουσον προσευχῆς μου, πρὸς σὲ πᾱσα σὰρξ ἥξει.
  • λόγοι ἀνόμων ὑπερηδυνάμωσαν ἡμᾶς,
  • καὶ τὰς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ.
  • μακάριος ὃν ἐξελέξω καὶ προσελάβου.
  • κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου.
  • πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου·
  • ἅγιος ὁ ναός σου,
  • θαυμαστὸς ἐν δικαιοσύνῃ.
  • ἐπάκουσον ἡμῶν, ὁ θεὸς ὁ σωτὴρ ἡμῶν,
  • ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς·
  • ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύι σου.
  • περιεζωσμένος ἐν δυναστία·
  • ὁ συνταράσσων τὸ ὕδωρ τῆς θαλάσσης, ἤχους κυμάτων
  • αὐτῆς.
  • ταραχθήσονται τὰ ἔθνη
  • καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ
  • πέρατα ἀπὸ τῶν σημείων σου·
  • ἐξόδους πρωίας καὶ ἑσπέρας τέρψεις.
  • ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν.
  • ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν·
  • ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων·
  • ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία σου.