Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
τὴν ζωήν μου ἐξήγγειλά σοι, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου
ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω, ἐν ᾖ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε ἰδοὺ ἔγνων ὅτι θεός μου εἶ σύ.
ἐπὶ τῷ θεῷ αἰνέσω ῥῆμα, ἐπὶ τῷ θεῷ αἰνέσω λόγον.
ἐπὶ τῷ θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.
ἐν ἐμοί, ὁ θεός, αἱ εὐχαὶ ἃς ἀποδώσω αἰνέσεως·
ὅτι ἐρύσω τὴν ψυχήν μου ἐκ θανάτου, καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος, τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ θεοῦ ἐν φωτὶ ζώντων. [*] (U+05D0RT) [*] (3 οτι πολλοι οι πολ. με απο υψους ημερας U+05D0c.a T (distinx ante απο T) 4 φοβηθησονται] ου φοβηθησομαι U+05D0c.a T | επι σοι ελπιω] επι σε ελπ. U+05D0 ελπ. επι σοι T + Κυριε R 5 εν 1⁰] επι R | om ολην την ημεραν U+05D0T | εν 2°] επι U+05D0RT | θεω 2⁰] κω U+05D0* (θω U+05D0c.a) 6 κατ εμου] pr και B* | κακον BU+05D0*c.b RT] κακα U+05D0c.a 7 αυτοι] αυτου (c praec coniung) U+05D0* | υπεμειναν U+05D0c.aRT | την ψυχην U+05D0c.a RT 8 μηδενος R | μηθενοσωσης T | καταξης 9 ζωην] ωην sup ras R¹ | om μου 1⁰ R* (hab Rᵃ) 10 επιστρεψουσν] pr τοτε U+05D0c.ᵃ (om U+05D0c. ᵇ) επιστρεψωσιν T | θεος μου ει συ] συ ει ο θεος μου R 11 θεω 2⁰] κω U+05D0T 12 θεω BU+05D0c.aRT κω U+05D0* 13 αι ευχαι] om αι R | αινεσεως] + σοι U+05D0R*T 14 ερρυσω BᵇU+05D0R* | θανατου] + τους οφθαλ- μους μου απο δακρυων Bᵇ(vid) mg U+05D0c.a (ras U+05D0c.b) RT | εξ] απο U+05D0c.a RT | του Stich 26 B 25 U+05D0 27 RT) 285
[*] (B)
Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυεὶδ εἰς στηλοΣαούλ γραφίαν, εν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου εἰς τὸ σπήλαιον.
Ἐλέησόν με, ὁ θεός, ἐλέησόν με· ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχὴ μου, καὶ ἐν τῇ σκιῷ τῶν πτερύγων σου ἐλπιῶ ἕως οὗ παρέλθῃ ἡ ἀνομία.
κεκράξομαι πρὸς τὸν θεὸν τὸν ὕψιστον, τὸν θεὸν τὸν εὐεργετήσαντά με. διάψαλμα.
ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέν με, ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με· ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ,
καὶ ἐρύσατο τὴν ψυχὴν μου ἐκ μέσου σκύμνων. ἐκοιμήθην τεταραγμένος· υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.
ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.
παγίδας ἡτοίμασαν τοῖς ποσίν μου, καὶ κατέκαμψαν τὴν ψυχήν μου· ὤρυξαν πρὸ προσώπου μου βόθρον, καὶ ἐυέπεσαν εἰς αὐτόν.
έτοίμη ἡ καρδία μου. ὁ θεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ.
ἐξεγέρθητι ἡ δόξα μου. ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου.
ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε. ψαλῶ σοι ἐν ἔθνεσιν·
ὅτι ἐαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου. καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. διάψαλμα.