Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
Εἰς τὸ τέλος, ἐν ϋμνοις· συνέσεως τῷ Δαυείδ.
Ἐνώτισαι, ὁ θεός, τὴν προσευχὴν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου,
πρόσχες μοι καὶ εἰσάκουσόν μου. ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην
ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ· ὅτι ἐξέκλιναν ἐπʼ ἐμέ ἀνομίαν, καὶ ἐν ἀργῇ ἐνεκότουν μοι.
ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπʼ ἐμέ·
καὶ εἶπα Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι καὶ καταπαύσω ;
ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ. διάψαλμα.
προσεδεχόμην τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ
καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.
ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, ἀνομία καὶ πόνος ἐν μέσῳ αὐτῆς
καὶ ἀδικία, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς κόπος καὶ δόλος.
ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν ἐπʼ ἐμὲ ἐμεγαλορημόνησεν. ἐκρύβην ἂν ἀπʼ αὐτοῦ.
σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου·
ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανας ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ. [*] (U+05D0RT 8 εξομολογησομαι] pr και R | σου] + κε U+05D0T + Κυριω R 9 ερρυσω BᵇU+05D0R* | επειδεν] εφιδεν R*Τ — Stich 15 BU+05D0T 16 R LIV 3 αδο- λεσχεια Bᵃᵇ 4 ανομιαι U+05D0c.a Τ 5 εμε] + (6) φοβος και τρομος ηλθεν επ εμε και εκαλυψεν (εκαλυψε Bᵃ? ᵇ?) με σκοτος Bᵃ? b? mᵍ inf U+05D0RT 7 ειπα] ειπον T | ως U+05D0* (ωσει U+05D0c. ᵃ) 8 εμακρυνου R* 9 τον σωζοντα] pr τον θν U+05D0c.a T | καταιγιδος] pr απο U+05D0c.a T 10 ιδον U+05D0T | πολει] γη U+05D0* (πολι U+05D0c.a) 11 κυκλωση T | αυτης 1⁰] σαυτης B* (αυτ. Bᵃᵇ) | ανομια] pr και U+05D0c.a T | πονος] κοπος U+05D0RT 12 εξελειπεν T | κοπος] τοκος U+05D0c.a RT 13 εχθρος] pr ο R | μισων] + με RT 14 γνωστα U+05D0c.a RT 15 εγλυ- κανας] pr μοι U+05D0* R* + μοι U+05D0c.a T | θεου] κυριου R*) 283
ἐλθέτω θάνατος ἐπʼ αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· [*] (B) ὅτι πονηρίαι ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν.
ἐγὼ πρὸς τὸν θεὸν ἐκέκραξα, καὶ ὁ κύριος εἰσήκουσέν μου.
ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου.
λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἤσαν σὺν ἐμοί.
εἰσακούσεται ὁ θεὸς καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. διάψαλμα. οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν θεόν.
ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ,