Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ·
  • ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν
  • αἰῶνα τοῦ αἰῶνος·
  • ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας·
  • καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν
  • ὁσίων σου.
  • Εἰς τὸ τέλος, ὑπὲρ μαελέθ· συνέσεως τῷ Δαυείδ.
  • Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ
  • Οὐκ ἔστιν θεός.
  • διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις,
  • οὐκ ἔστιν ὁ ποιῶν ἀγαθόν.
  • [*](U+05D0RT)[*](L I 1 συνεσεως] ψαλμος R 2 ειπεν B* (ειπειν Rᵃ) | om αυτω R | Αβει- μελεχ U+05D0 3 εγκαυχα Bᵃᵇ 4 εξηκονημενον] ηκονημενον BᵇᵛⁱᵈᵃU+05D0c.a RT ηκο- νωμενον R 5 αγαθοσυνην Τ 6 τα ρηματα] om τα U+05D0c.aT 7 καθελει σε ο θεος R | καθελοι Bᵈᵛⁱᵈ | εκτειλαι BU+05D0 | μεταναστευσει R* | σκηνωματος] pr του U+05D0c.a σου R T 8 om και 10 U+05D0 Τ 9 αλλα] αλλ R T |εφηλπισεν T| το πληθος] τω πληθειU+05D0c.a ᵃ(.θι) T | εδυναμωθη] ενεδυναμωθη Bᵃᵇ U+05D0c.a ᵃ  RᵃT|επι 2⁰] εν Τ 10 θεου 1⁰] κυριου R 11 εποιησας BU+05D0c.a ο RT] επηκουσας μου U+05D0* — Stich 19 B 2o U+05D0 17 R 21 T L II2 διεφθειραν BU+05D0*c.b] διεφθαρησαν U+05D0c.a ᵃ RT ανομιαις] επιτηδευμασιν R |ο ποιων] om ο U+05D0RT | αγαθον] + ουκ εστιν εως ενος R)
    281

  • ὁ θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων,
  • [*](B)
  • τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἡ ἐκζητῶν τὸν θεόν.
  • πάντες ἐξέκλιναν, ἄμα ἠχρεώθησαν,
  • οὐκ ἔστιν ποιῶν ἀγαθόν, οὐκ ἔστιν ἕως ἑνός.
  • οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
  • οἱ ἔσθοντες τὸν λαόν μου βρώσει ἄρτου; τὸν θεὸν οὐκ
  • ἐπεκαλέσαυτο.
  • ἐκεῖ φοβηθήσονται φόβον οὗ οὐκ ἦν φόβος,
  • ὅτι ὁ θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων·
  • κατῃσχύνθησαν, ὅτι ὁ θεὸς ἐξουδένωσεν αὐτούς.
  • τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;
  • ἐν τῷ ἀποστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ
  • ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ.