Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
Εἰς τὸ τέλος· συέσεως τῷ Δαυείδ,
ἐν τῷ
ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον καὶ ἀναγγεῖλαι τῷ
Σαοὺλ καὶ εἰπεῖὰ αὐτῷ Ἦλθεν Δαυεὶδ
εἰς τὸν οἶκον Ἀβιμέλεχ.
Τί ἐνκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός,
ἀνομίαν ὅλην τὴν ἡμέρανς
ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου·
ὡσεὶ ξυρὸν ἐξηκονημένον ἐποίησας δόλον.
ἠγάπησας κακίαν ὑπέρ ἀγαθωσύνην,
ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην. διάψαλμα.
ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν.