Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι,
  • πλυνεῖς με καὶ ὑπέρ χιόνα λευκανθήσομαι.
  • ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην·
  • ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα.
  • ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου.
  • καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
  • καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός,
  • καὶ πνεῦμα εὐθὲς ἐνκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
  • μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου,
  • καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ.
  • ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου,
  • καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με.
  • διδάξω ἀνόμους τὰς ὁδούς σου,
  • καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
  • ῥῦσαί με ἐξ αἱμάτων, ὁ θεὸς ὁ θεὸς τῆς σωτηρίας μου·
  • ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου,
  • κύριε.
  • τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν
  • σου.
  • ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν·
  • ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
  • θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον,
  • καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξ
  • ουθενώσει.
  • ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών,
  • καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ.
  • τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης,
  • ἀναφορὰν καὶ ὁλοκαυτώματα·
  • τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
  • [*](7 εκισησεν R 9 υσωπω R | λευκανθησομαι] ras aliq in ν etante θ B? U+05D0RT 10 οστεα U+05D0c.aT 12 εγκαινισον BᵃᵇU+05D0 | ενκατοις RT 13 αποριψης RT | σου το αγιον U+05D0c.ᵃ (το αγ. σου U+05D0*c. ᵇ) R¹Τ 14 στηριξον RT 17 κυριε cum seqq coniung RT 18 ευδοκησης T 19 εξουδενωσει U+05D0RT 20 om Κυριε U+05D0* (hab κε U+05D0c.ᵃ) | Σειων Τ 21 ευδοκησης T | ανοισωσιν T Stich 39 BU+05D0R 4ο Tᵛiᵈ)
    [*](Β)
    280

  • Εἰς τὸ τέλος· συέσεως τῷ Δαυείδ,
  • ἐν τῷ
  • ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον καὶ ἀναγγεῖλαι τῷ
  • Σαοὺλ καὶ εἰπεῖὰ αὐτῷ Ἦλθεν Δαυεὶδ
  • εἰς τὸν οἶκον Ἀβιμέλεχ.
  • Τί ἐνκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός,
  • ἀνομίαν ὅλην τὴν ἡμέρανς
  • ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου·
  • ὡσεὶ ξυρὸν ἐξηκονημένον ἐποίησας δόλον.
  • ἠγάπησας κακίαν ὑπέρ ἀγαθωσύνην,
  • ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην. διάψαλμα.
  • ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν.
  • διὰ τοῦτο ὁ θεὸς καθελεῖ σε εἰς τέλος·
  • ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος,
  • καὶ τὸ ῤίζωμά σου ἐκ γῆς ζώντων. διάψαλμα.