Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐὰν πεινάσω, οὐ μή σοι εἵπω·
  • ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς.
  • μὴ φάγομαι κρέα ταύρων
  • ἢ αἷμα τράγων πίομαι;
  • θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως,
  • καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου·
  • καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ
  • δοξάσεις με. διάψαλμα.
  • δοξάσεις με.
  • τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός
  • Ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου.
  • [*](2 Σειων T | ευπρεπεια BᵃᵇU+05D0 3 ενφανως AR | εναντιον] ενωπιον U+05D0ART AT | καταιγισφοδρα A 4 προσκαλεσηται T | διακριναι] pr του U+05D0c.a ART 6 αυτου] + διαψ Aᵃ(mg) | θεος] pr ο U+05D0RT | om διαψαλμα AT 7 om σοι 1⁰ R* (hab Rᵃ) | Ισραηλ] Ιηδ (sic) A | διαμαρτυρουμαι U+05D0c.aT | ο θεος ο θεος σου] οτι θ θς σου U+05D0c.a 10 δρυμου BU+05D0*c.bRT] αγρου U+05D0c.a A 13 φαγω- μαι A | πιωμαι A 15 θλιψεως] + σου U+05D0c.a AR (θλιψεωσου) T | om δια- ψαλμα A 16 ο θεος] + διαψ Aᵃ (ᵐᵍ) | διηγη BU+05D0*c.b R] εκδιηγη U+05D0c.a AT)
    278
    [*](B)
  • καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;
  • σῦ δὲ ἐμίσησας παιδίαν,
  • καὶ ἐξέβαλλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω.
  • εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ,
  • καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις·
  • τὸ στόμα σου ἐπλεόνασεν κακίαν,
  • [*](¶ A)
  • καὶ ἡ γλῶσσά σου περιέπλεκεν δολιοτητα·¶
  • καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις,
  • καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον.
  • ταῦτα ἐποίησας καὶ ἐσίγησα,
  • ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος·
  • ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου.
  • σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ θεοῦ,
  • μή ποτε ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ῥυόμενος.
  • θυσία αἰνέσεως δοξάσει με,
  • καὶ ἐκεῖ ὁδὸς ᾗ δείξω αὐτῷ τὸ σωτήριον τοῦ θεοῦ.
  • Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ,
  • ἐν τῷ ἐλθεῖν
  • πρὸς αὐτὸν Ναθὰν τὸν προφήτην, ἡνίκα εἰσῆλθεν
  • πρὸς Βηρσάβεε.
  • Ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ἔλεός σου,
  • καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά
  • μου·
  • ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου,
  • καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
  • ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω,
  • καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός.
  • σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὰν ἐνώπιον σοῦ ἐποίησα·
  • ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου,
  • καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
  • [*](U+05D0ART)[*](17 παιδειαν Bᵃᵇ | εξεβαλλες] εξεβαλες U+05D0 εξεβαλας ART | τας λογους A 18 μοιχου T 19 δολιοτητα] δολιοτητας U+05D0c.a Rᵃ hiat A usque LXXIX 20 καταλαλεις R¹ | της μητρος] ς 1⁰ non inst Bᵇ 21 ανομιαν] ανομε U+05D0* (ανομιαν vel forte ανομειαν U+05D0c.a) | προσωπον] του προσωπου R | σου] + τας αμαρτιας σου Βc.U+05D0c.a (om U+05D0c. ᵇ) T 22 αρπαση] + ως λεων R | μη 2⁰] pr ου U+05D0c.a RT | om η R 23 δοξαση T | η] ην U+05D0c.aT | του θεου BU+05D0*c.bR μου U+05D0c.aT Stich 48 BR 46 U+05D0 49 T L 1 Ναθαμ R* | Βηρσαβε BU+05D0R*Τ (-βεαι)] Βηθσαβεε R1) 3 οικτειρμων U+05D0)
    279

  • ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην,
  • [*](B)
  • καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου.
  • ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας,
  • τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.