Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια,
  • ἡ καρδία αὐτῶν ματαία·
  • τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν,
  • ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν.
  • κρῖνον αὐτούς, ὁ θεός·
  • ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν·
  • κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν
  • ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, Κύριε.
  • καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ·
  • εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὺτοῖς.
  • καὶ καυχήσονται ἐπὶ σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου,
  • [*](U+05D0AR)[*](V 2 τη κραυγη A 3 τη φωνη AR 4 εποψομαι] εποφη U+05D0c.ᵃ εποψη με ARᵃ 5 ουδε] ου U+05D0c.a R 6 ου] ουδε U+05D0c.aA | om κε B?U+05D0 8 ελεου] ελαιους U+05D0 ελεους R 9 σου 1° BU+05D0c.aA] μου U+05D0* | μου 2° BU+05D0c.a AR] σου U+05D0* 10 τω στοματι] om τω U+05D0* (hab U+05D0c.ᵃ) | λαρυξ A 11 διαβο- λιων Rᵃ 12 om επι 1° U+05D0c.aR | σοι 1°] σε U+05D0 om R | αιωνα] pr τον R | επι 3°] εν U+05D0AR | om παντες 2° U+05D0)
    217

  • ὄτι σὺ εὐλογεῖς δίκαιον.
  • [*](B)
  • Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.
  • Εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης·
  • ψαλμὸς τῷ Δαυεἰδ.
  • Κύριε. μὴ τῷ θυμῷ σου ἐλέγξῃς με,
  • μηδέ τῇ ὀργῇ σου παιδεύσῃς με.
  • ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι·
  • ἴασαί με, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.
  • καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα·
  • καὶ σύ, Κύριε, ἕως πότε ;
  • ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου.
  • σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου.