Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος, ὐπὲρ τῆς κληρονομούσης·
  • ψαλμὸς τῷ Δαυείδ.
  • Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε,
  • σύνες τῆς κραυγῆς μου,
  • πρόσχες τῆς φωνῆς τῆς δεήσεώς μου.
  • ὁ βασιλεύς μου καὶ ὁ θεός μου·
  • ὅτι πρὸς σέ προσεύξομαι, Κύριε.
  • τὸ πρωὶ εἰσακούσῃ τῆς φωνῆς μου·
  • τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐπόψομαι.
  • ὅτι οὐχὶ θεὸς θέλων ἀνομίαν σὺ εἶ
  • οὐδὲ παροικήσει σοι πονηρευόμενος.
  • οὐ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου·
  • ἐμίσησας, Κύριε, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.
  • ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος·
  • ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος.
  • ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέου σου εἰσελεύσομαι εἰς τὸν οἶκόν
  • σου,
  • προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.
  • Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μον,
  • κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου.