Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ψαλμὸς ᾡδῆς τοῖς υἱοῖα Κόρε, δευτέρᾳ σαββάτου.
  • Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα
  • ἐν πόλει τοῦ θεοῦ ἡμῶν, ὄρει ἁγίῳ αὐτοῦ,
  • εὐρίζῳ ἀγαλλιάματι πάσης τῆς γῆς·
  • ὄρη Σιών, τὰ πλευρὰ τοῦ βορρᾶ,
  • ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου.
  • ὁ θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται,
  • ὅταν ἀντιλαμβάνηται αὐτῆς.
  • ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν, ἤλθοσαν ἐπὶ τὸ αὐτό·
  • αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν,
  • ἐταράχθησαν, ἐσαλεύθησαν· τρόμος ἐπελάβετο αὐτῶν,
  • ἐκεῖ ὠδῖνες ὡς τικτούσης.
  • ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσείς.
  • καθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν
  • ἐν πόλει Κυρίου τῶν δυνάμεων,
  • ἐν πόλει τοῦ θεοῦ ἡμῶν·
  • ὁ θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. διάψαλμα.
  • ὑπελάβομεν, ὁ θεός, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου.
  • κατὰ τὸ ὄνομά σου, ὁ θεός, οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ
  • πέρατα τῆς γῆς·
  • δικαιοσύνης πλήρης ἡ δεξιά σου.